Chapter 9
Hellenistic Old Testament Greekκαὶ Ἐλεισαῖε ὁ προφήτης ἐκάλεσεν ἔνα τῶν υἱῶν τῶν προφητῶν καὶ εἶπεν αὐτῷ Σῶσαι τὴν ὀσφύν σου, καὶ λάβε τὸν φακὸν τοῦ ἐλαίου τούτου ἐν τῇ χειρί σου, καὶ δεῦρο εἰς Ῥεμμὼθ Γαλαάδ.
καὶ εἰσελεύσῃ ἐκεῖ, καὶ ὄψῃ ἐκει υἱὸν Ἰωσαφὰθ Εἰοὺ υἱοῦ Ναμεσσεί, καὶ εἰσελεύσῃ κοὶ ἀναστήσεις αὐτὸν ἐκ μέσου τῶν ἀδελφῶν αὐτοῦ, καὶ εἰσάξεις αὐτὸν εἰς τὸ ταμεῖον ἐν ταμείῳ.
καὶ λήμψῃ τὸν φακὸν τοῦ ἐλαίου καὶ ἐπιχεεῖς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ εἰπον Τάδε λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ· καὶ ἀνοίξεις τὴν θύραν, καὶ φεύξῃ καὶ οὐ μενεῖς.
καὶ ἐπορεύθη ὁ προφήτης τὸ παιδάριον εἰς Ῥεμμὰθ Γαλαάδ.
καὶ εἰσῆλθεν καὶ ἰδοὺ οἱ ἄρχοντες τῆς δυνάμεως ἐκάθηντο, καὶ εἶπεν Λόγος μοι πρὸς σέ, ὁ ἄρχων· καὶ εἶπεν Εἰού Πρὸς τίνα ἐκ πάντων ἡμῶν; καὶ εἶπεν Πρὸς σέ, ὁ ἄρχων.
καὶ ἀνέστη καὶ εἰσῆλθεν εἰς τὸν οἶκον, καὶ ἐπέχεεν τὸ ἔλαιον ἐπι τὴν κεφαλὴν αὐτοῦ καὶ εἶπεν αὐτῷ Τάδε λέγει Κύριος ὁ θεὸς Ἰσραήλ Κέχρικά σε εἰς βασιλέα ἐπὶ λαὸν Κυρίου, ἐπὶ τὸν Ἰσραήλ.
καὶ ἐξολεθρεύσεις τὸν οἶκον Ἀχαὰβ τοῦ κυρίου σου ἐκ προσώπου σου, καὶ ἐκδικήσεις τὰ αἵματα τῶν δούλων μου τῶν τῶν προφητῶν καὶ τὰ αἵματα πάντων τῶν δούλων Κυρίου ἐκ χειρὸς Ἰεζάβελ
καὶ ἐκ χειρὸς ὄλου τοῦ οἴκου Ἀχαάβ, καὶ ἐξολεθρεύσεις τῷ οἴκῳ Ἀχαὰβ οὐροῦντα πρὸς τοῖχον καὶ συνεχόμενον καὶ ἐνκαταλελειμμένον εν
καὶ δώσω τὸν οἶκον Ἀχαὰβ ὡς τὸν οἶκον Ἰεροβοὰμ υἱοῦ Ναβὰτ καὶ ὡς τὸν οἶκον Βαασὰ υἱοῦ Ἀχειἀ·
καὶ τὴν Ἰεξάβαλ καταφάγονται οἱ κύνες ἐν τῇ μερίδι τοῦ Ἰσραήλ, καὶ οὐκ ἔστιν ὁ θάπτων. καὶ ἤνοιξεν τὴν θύραν καὶ ἔφυγεν.
καὶ Εἱοὺ ἐξῆλθεν πρὸς τοὺς παῖδας τοῦ κυρίου αὐτοῦ, καὶ εἶπον αὐτῷ Εἰρήνη; τί ὄτι εἰσῆλθεν ὁ ἐπίλημπτος οὗτος πρὸς σέ; καὶ εἶπεν αὐτοῖς Ὑμεῖς οἴδατε τὸν ἄνδρα καὶ τὴν ἀδολεσχίαν αὐτοῦ.
καὶ εἶπεν Ἄδικον· ἀπάγγειλον δὴ ἡμῖν. καὶ εἶπεν Εἰοὺ πρὸς αὐτούς Οὔτως καὶ οὕτως ἐλάλησεν πρὸς μὲ λέγων· καὶ Τάδε λέγει λέγει Κύριος Κέχρικά σε εἰς βασιλέα ἐπὶ Ἰσραήλ.
καὶ ἀκούσαντες ἔσπευσαν, καὶ ἔλαβεν ἕκαστος τὸ ἱμάτιον αὐτοῦ καὶ ἔθηκαν ὑποκάτω αὐτοῦ ἐπὶ τὸ γάρεμ τῶν ἀναβαθμῶν, καὶ ἐσάλπισαν ἐν κερατίνη καὶ εἶπον Ἐβασίλευσεν Εἰού.
καὶ συνεστράφη Εἰοὺ υἱὸς Ἰωσαφὰθ υἱοῦ Ναμεσσεὶ πρὸς Ἰωράμ· καὶ Ιωρὰμ αὐτὸς ἐφύλασσεν ἐν Ῥεμμὼθ Γαλαὰδ καὶ πᾶς Ἰσραὴλ ἀπὸ προσώπου Ἁζαὴλ βασιλέως Συρίας.
καὶ ἀπέστρεψεν βασιλεὺς ἰατρευθῆναι ἐν Ἰσραὴλ ἀπὸ τῶν πληγῶν ὦν ἔπαισαν οἱ Σύροι ἐν τῷ πολεμεῖν αὐτοὺς μετὰ Ἁζαὴλ βασιλέως Συρίας. εἶπεν Εἰού Εἰ ἔστιν ἡ ψυχὴ ὑμῶν μετ’ ἐμοῦ, μὴ ἐξελθέτω ἐ πόλεως διαπεφευγὼς τοῦ πορευθῆναι καὶ ἀπαγγεῖλαι ἐν’
καὶ ἵππευσεν καὶ ἐπορεύθη Εἰού, καὶ κατέβη ἐν Ἰσραήλ, ὅτι Ἰσραὴλ ἐθεραπεύετο ἐν τῷ Ἰσραὴλ ἀπὸ τῶν τοξευμάτων ὧν αὐτὸν οἱ Ἀραμιεὶν ἐν τῇ Ῥαμμὰθ ἐν τῷ πολέμῳ βασιλέως Συρίας, ὄτι δυνατὸς καὶ ἀνὴρ δυνάμεως· καὶ Ὀχοζείας βασιλεὺς Ἰούδα κατέβη ἰξεῖν τὸν Ἰωράμ.
καὶ ὁ σκοπὸς ἀνέβη ἐπὶ τὸν πύργον Ἰσραήλ, καὶ εἶδεν τὸν κονιορτὸν Εἰοὺ ἐν τῷ παραγίνεσθαι αὐτόν, καὶ εἶπεν Κονιορτὸν ἐγὼ βλέπω· καὶ εἶπεν Ἰωράμ Λάβε ἐπιβάτην καὶ ἀπόστειλον ἔμπροσθεν αὐτῶν, καὶ εἰπάτω Ἧ εἰρήνη;
καὶ ἐπορεύθη ἐπιβάτης ἵππου εἰς
αὐτῶν καὶ εἶπεν άδε λέγει ὁ βασιλεὺς Ἧ εἰρήνη; καὶ εἶπεν Εἰού Τί σοι και εἰρήνῃ; ἐπίστρεφε εἰς τὰ ὀπίσω μου. καὶ ἀπή ὁ σκοπὸς λέγων Ἦλθεν ὁ ἄηελος ἕως αὐτῶν καὶ οὐκ
καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Ἧ εἰρήνη; καὶ εἶπεν Εἰού Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.
καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἧλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ὁ ἄγων ἦγεν τὸν Εἰοὐ υἱὸν Ναμεσσείου, ὄτι ἐν παραλλαγῇ ἐγένετο.
καὶ εἶπεν Ἰωράμ Ζαῦξον· καὶ ἔζευξεν ἄρμα. καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ καὶ Ὀχοζεὶ βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἄρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Εἱού, καὶ Εὖρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰσραηλείτου.
καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Εἰού, καὶ εἶπεν Ἧ εἰρήνη, Εἰού; καὶ εἶπεν Εἰού Τί εἰρήνη; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.
καὶ ἐπέστρεψεν τὰς τὰς αὐτοῦ καὶ ἔφυγεν, καὶ εἶπεν πρὸς Ὀχοζείαν Δόλος, Ὀχοζεία.
καὶ ἔπλησεν Εἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθεν τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.
καὶ εἶπεν πρὸς Βαδεκὰ τὸν τριστάτην αὐτοῦ Ῥίψαι αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰσρανλείτου· ὄτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ’ αὐτὸν τὸ λῆμμα τοῦτο
Εἰ μὴ τὰ αἴματα Ναβουθαὶ καὶ τὰ αἴματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶν Κύριος· καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶν Κύριος. κα νῦν ἄρας δὴ ῥίψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα Κυρίου.
καὶ Ὀχοζείας βασιλεὺς Ἰούδα εἶδεν, καὶ ἔφυγεν ὁδὸν Βαιθάν· καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Εἰοὺ καὶ εἶπεν Καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαί, ἥ ἐστιν Ἐκβλαάμ· καὶ ἔφυγεν εἰς μαγεδαών, καὶ ἀπέθανεν ἐκεῖ.
καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες
αὐτοῦ ἐπὶ τὸ ἄρμα καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ, καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυείδ.
Καὶ ἐν ἔτει ἑνδεκάτω Ἰωρὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζείας ἐπὶ Ἰούδαν.
Καὶ ἦλθεν Εἰοὺ ἐπὶ Ἰσραή· καὶ Ἰεζάβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς, καὶ διέκυψεν διὰ τῆς θυρίδος.
καὶ Εἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Ἧ εἰρήνη, Ζαμβρεί, ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ;
καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτήν, καὶ εἶπεν Τίς εἶ σύ; κατάβηθι μετ’ ἐμοῦ· καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι.
καὶ εἰπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.
καὶ εἰσῆλθεν καὶ ἔφαγεν καὶ ἔπιεν, καὶ εἶπεν Ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι βασιλέως ἐστίν.
καὶ ἐπορεύθησαν θάψαι αὐτήν, καὶ οὐ ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν
καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος Κυρίου ὄν ἐλάλησεν ἐν χειρὶ Ἠλειοὺ τοῦ θεσβείτου λέγων Ἐν τῇ μερίδι Ἰσραὴλ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ.
καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰσραήλ, ὥστε μὴ εἰπεῖν αὐτούς Ἰεζάβελ.