Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    II Samuel

    Chapter 8

    Old Testament

    Καὶ ἐένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυεὶδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυεὶδ τὴν ἀφωισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων.

    καὶ ἐπάταξεν Δαυεὶδ τὴν Μωάβ, καὶ διεμέ- τρησεν αὐτοὺς ἐν σχοινίοις, κοιμισας αὐτοὺς ἐπὶ τὴν γῆν· καὶ ἐγένετο τὰ δύο σχοινίσματα τοῦ θανατῶσαι, καὶ τὰ κύο σχοινίσματα ἐζώγρησεν· καὶ ἐγένετο Μωὰβ τῷ Δαυεὲθ εἰς δούλους φέροντας ξένια.

    καὶ ἐπάταξεν Δαυεὶδ τὸν Ἁδραάζαρ νἱὸν Ῥαὰβ βασιλέα Σουβά, ποευο- μένου αὐτοῦ ἐπιστῆσαι τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν Εὐφράτην.

    καὶ προκατελάβετο Δαυεὶδ τῶν αὐτοῦ χίλια ἄρματα καὶ ἑπτὰ χιλιάδας ἱππέων καὶ εἴδοσι χιλιάδας ἀνδρῶν πεζῶν· καὶ παρέλυσεν Δαυεὶδ πάντα τὰ ἅρματα, καὶ ὑπελίπετο ἑαυτῷ ἑκατὸν ἅρματα.

    καὶ παρα- γίνεται Συρία Δαμασκοῦ βονθῆσαι τῷ Ἁδραάζαρ βασιλεῖ Σουβά, καὶ ἐπάταξεν Δαυεὶδ ἐν τῷ Σύρῳ εἴκοσι δύο χιλιάδας ἀνδρῶν.

    καὶ ἔθετο Δαυεὶδ φρουρὰν ἐν Συρίᾳ τῇ κατὰ Δαμασκόν, καὶ ἐγένετο ὁ Σύτος τῷ Δαυεὶδ εἰς δούλους φέροντας ξένια· καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἷς ἐπορεύετο.

    καὶ ἔλαβεν Δαυεὶδ τοὺς χλίδωνας τοὺς χρυσοῦς οὕς ἐποίησεν ἐπὶ τῶν παίδων τῶν Ἀδραάζαρ βασιλέως Σουβά, καὶ ἤνεγκεν αὐτὰ εἰς Ἰερουσαλήμ· καὶ ἔλαβεν αὐτὰ Σουσακεὶμ βασιλεὺς Αἰγύπτου ἐν τῷ ἀναβῆναι αὐτὸν εἰς Ἰερουσαλὴμ ἐν ἡμέραις

    Ἰεροβοὰμ υἱοῦ Σολομῶντος.

    καὶ ἐκ τῆς Μασβὰκ ἔλαβεν ὁ βασιλεὺς Δαυεὶδ ἐκ τῶν ἐκλεκτῶν πόλεων τοῦ Ἁδραάζαρ χαλκὸν πολὺν σφύδρα. ἐν αὐτῷ ἐποίησεν Σαλωμὼν τὴν θάλασσαν τὴν χαλκῆν καὶ τοὺς στύλους καὶ τοὺς λουτῆρας καὶ πάντα τὰ σκεύη.

    Καὶ ἤκουσεν Θούου ὁ βασιλεὺς Ἡμὰθ ὅτι ἐπάταξεν Δαυεὶδ πᾶσαν τὴν δύναμιν Ἁδραάζαρ,

    καὶ ἀπέστειλεν Θόου Ἰεδδουρὰν τὸν υἱὸν αὐτοῦ πρὸς βασιλέα Δαυεὶδ ἐρωτῆσαι αὐτὸν τὰ εἰς εἰρήνην καὶ εὐλογῆσαι αὐτὸν ὑπὲρ οὖ ἐπάταξεν τὸν Ἁδραάζαρ. καὶ ἐπάταξεν αὐτόν, ὅτι κείμενος ἦν τῷ Ἀδρααάξαρ. καὶ ἐν ταῖς ἐν ταῖς χερςὶν αὐτοῦ ἦσαν σκεύη ἀργυρᾶ καὶ σκεύη χρυςᾶ καὶ σκεὺη χαλκᾶ.

    καὶ ταῦτα ἡγίασεν ὁ βασιλεὺς τῷ κυρίῳ μετὰ τοῦ ἀργυρίου καὶ μετὰ τοῦ χρυσίου οὗ ἡγίασεν ἐκ παςῶν τῶν πόλεων ὧν κατεδυνάστευσεν.

    ἐκ τῆς Ἰδουβαίας καὶ ἐκ γῆς Μωὰβ καὶ ἐκ τῶν υἱῶν Ἀμμὼν καὶ ἐκ τῶν ἀλλοφύλων καὶ ἐξ Ἀμαλὴκ καὶ ἐκ τῶν σκύλων Ἁδραάζαρ υἱοῦ Ῥαὰβ βασιλέως Σουβά.

    καὶ ἐποίησεν Δαυεὶδ ὄνομα. καὶ ἐν τῷ ἀνακάμπτειν αὐτὸν ἐπάταξεν τὴν Ἰδουμαίαν ἐν Γεβέλεμ εἰς ὀκτὼκαὶ δέκα χιλάθας.

    καὶ ἔθετο ἐν τῇ Ἰδουμαίᾳ Φρουράν, ἐν παάςῃ τῇ Ἰδουμαίᾳ. καὶ ἐγένοντο πάντες οἱ Ἰδουμῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν Κύριος τὸν Δαυεὶδ ἐν πᾶσιν οἶς ἐπορεύετο.

    Καὶ ἐβασίλευσεν Δαυεὶθ ἐπὶ Ἰσραήλ. καὶ ἦν ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν πάντα αὐτοῦ·

    καὶ Ἰωὰβ οἱὸς Σαρουίας ἐπὶ τῆς στρατείας, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχειὰ ἐπὶ τῶν ὑπομνημάτων,

    καὶ Σαδδοὺκ υἱὸς Ἀχειτὼβ καὶ Ἀχειμέλεχ υἱὸς Ἀβιθὰρ ἱερεῖς, καὶ Ἀσὰ ὁ γραμματεύς,

    καὶ Βαναὶ υἱὸς Ἰανὰκ σύμβουλος, καὶ ὁ χελεθθεὶ καὶ ὁ Φελεττεί. υἱοὶ Δαυεὶδ αὐλάρχαι ἦσαν.