Chapter 21
Hellenistic Old Testament GreekΤὸ ὅραμα τῆς ἐοήμου.
Ὡς καταιγὶς δι ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς· φοβερὸν
τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ ὁ ἀνομῶν ἀνομεῖ. ἐπʼ ἐμοὶ οἱ Ἐλαμεῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.
διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσ πούδασα τοῦ μὴ βλέπειν.
ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχὴ μου ἐφέστηκεν εἰς φόβον.
ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς,
ὅτι οὕτως εἶπεν πρὸς μέ Κύριος Βαδίσας σεαυτῷ στῆσον σκοπόν, καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον.
καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτηνὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλήν, καὶ κάλεσον,
καὶ κάλεσον Οὐρείαν εἰς τὴν σκοπιάν. Κύριος εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,
καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν.
ἀκούσατε οἱ καταλελιμμένοι
καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.
Τὁ ὅραμα τῆς Ἰδουμαίας.
Πρὸς ἐμέ καλεῖ παρὰ τοῦ Σηείρ Φυλάσσετε ἐπάλξεις.
Φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρ᾿ ἐμοὶ οἴκει.
ἐν τῷ δρυμῷ ἐσπέρας κοιμηθήσῃ, ἐν τῇ ὁδῷ Δαιδάν.
εἰς σνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν
διὰ τὸ πλῆθος τῶν πεφονευμένων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.
διότι οὕτως εἶπέν μοι Κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,
καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ θεὸς Ἰσραὴλ ἐλάλησεν.