Chapter 34
Hellenistic Old Testament GreekΠροσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῇ καὶ οἱ ἐν αὐτῇ, ἡ οἰκουμένη καὶ ὁ λαὸς ὁ ἐν αὐτῇ.
διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσαι αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἰς σφαγήν.
οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὄρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
καὶ τακήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, καὶ ἑλιγήσεται ὡς βιβλίον ὁ οὐρανός, καὶ πάντα τὰ ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.
ἐμεθύσθη ἐν τῷ οὐρανῷ ἡ μάχαιρά μου· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.
ἡ μάχαιρα τοῦ κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος, ἀπὸ αἵματος τράγων καὶ ἀμνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία τῷ κυρίῳ ἐν Βόσορ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ,
καὶ συμπεσοῦνται οἱ ἁδροὶ μετʼ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἱ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.
ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποδόσεως κρίσεως Σειών.
23 ενισχυσεν U+05D0AQ (-σαν οι γ΄?? ουτως Qmg) αρη Γ ποιησωσιν AΓ 24 ει- πωσιν] ειπη U+05D0AQ* (ειπωσῑ Qmg) Γ om κοπιω U+05D0Γ ενοικων] pr ο U+05D0AQΓ κατοικων Q* (ενοικ. Qa) αυτοις 1°] + κοπιω U+05D0Γ XXIV 1 αρ- χοντες] +?? προσεχετε Qmg οι εν αυτη] οι ενοικουντες εν αυτ. A η οικουμενη] οι οικουνταις U+05D0* οικουμενη U+05D0c.a (η οικ. ᵍs.ᵇ) U+05D0c.b) πανια] οι γ΄?? πανια Qmg εθν B* (η superscr Bᵃᵇ) 3 και αναβησεται αυτων] adnot ου κ΄ π΄ εβρ΄ Ba ᵐᵍ 4 om και τακησονται…ουρανων U+05D0AQΓ οι γ΄?? ӄ τακ…ουρανων Qmg | ειλι- γησεται Bbc(vid) | ο ουρανος ως βιβλιον U+05D0AQ ως 2°] + πιπτει Q 5 εμεθυ- σθη] pr οι γ΄?? οτι Qmg η μαχοιρα μου εν τω ουρανω U+05D0AQΓ απωλειας (-λιας U+05D0c.a,c.bQ*)] γης U+05D0* μετα κρισεως c seq coniung Γ 6 η μαχ. του κυ ενεπλη[σθη)] adnot ου κ΄ π΄ εβρ΄ Bᵃmg του κυριου] om του U+05D0AQ* (hab Qmg) Γ στεατος 1°] + αρνων U+05D0AQΓ om απο αιματος τραγων και αμνων U+05D0ΑQΓ hab σ΄?? απο αιματος αρνων και τραγων Qmg τω κυριω] om τω U+05D0Aᵐᵍ Βοσορ] pr γη A 7 συνπεσουνται U+05D0AQΓ οι αδροι] om οι U+05D0* (hab U+05D0c.b) ταυροι] αυρο sup ras U+05D0¹ μεθυσθησονται Q*vid απο 2°| pr θ΄ το χωμα ουτων Qmg ενπλησθησεται U+05D0 8 ανταποδωσεως ΑΓ Σιων BᵇU+05D0AQΓ
καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη
νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται, καὶ εἰς χρόνον πολύν.
ὄρνεα καὶ ἐχῖνοι καὶ εἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.
οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.
καὶ ἀναφύσει εἰς τὰς πόλεις αὐτῶν ἀκάνθινα ξύλα καὶ εἰς τὰ ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνων καὶ αὐλὴ στρουθῶν·
καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις καὶ βοήσονται ἕτερος πρὸς τὸν ἕτερον, ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι εὑρόντες αὑτοῖς ἀνάπαυσιν·
ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὰ παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ συνήντησαν ἔλαφοι καὶ εἶδον τὰ πρόσωπα ἀλλήλων·
ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐζήτησαν, ὅτι Κύριος αὐτοῖς ἐνετείλατο, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτά.
καὶ αὐτὸς ἐπιβαλεῖ αὐτοῖς κλήρους, καὶ ἡ χεὶρ αὐτοῦ διεμέρισεν βόσκεσθαι·
εἰς τὸν αἰῶνα χρόνον κληρονομήσετε, γενεὰς γενεῶν ἀναπαύσονται ἐπʼ αὐτῆς.