Chapter 39
Hellenistic Old Testament GreekἘν τῷ καιρῷ ἐκείνῳ ἀπέστειλεν Μαρωδὰχ Βαλαδὰν ὁ υἱὸς τοῦ Βαλαδὰν ὁ βασιλεὺς τῆς Βαβυλωνίας ἐπιστολὰς καὶ πρέσβεις καὶ δῶρα· ἤκουσεν γὰρ ὅτι ἐμαλακίσθη ἕως θανάτου καὶ ἀνέστη.
καὶ ἐχάρη ἐπʼ αὐτοῖς Ἑζεκίας, καὶ ἔδειξεν αὐτοῖς τὸν οἶκον τοῦ νεχωθὰ καὶ τοῦ ἀργυρίου καὶ τοῦ χρυσίου καὶ τῆς στακτῆς καὶ τῶν θυμιαμάτων καὶ τοῦ μύρου, καὶ πάντας τοὺς οἴκους τῶν σκευῶν τῆς γάζης, καὶ πάντα ὅσα ἦν ἐν τοῖς θησαυροῖς αὐτοῦ· καὶ οὐκ ἦν οὐθὲν ὃ οὐκ ἔδειξεν Ἑζεκίας ἐν τῷ οἴκῳ αὐτοῦ.
καὶ ἦλθεν Ἠσαίας ὁ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἄνθρωποι οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.
καὶ εἶπεν Ἠσαίας Τί εἴδοσαν ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἑζεκίας Πάντα τὰ ἐν τῷ οἴκῳ μου εἴδοσαν, καὶ οὐκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὰ ἐν τοῖς θησαυροῖς μου.
καὶ κἶπεν Ἠσαίας αὐτῷ Ἄκουσον τὸν λόγον Κυρίου σαβαώθ
Ἰδοὺ ἡμέραι ἔρχονται καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐδὲν οὐ
μὴ καταλίπωσιν· εἶπεν δὲ ὁ θεὸς
ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν γεννήσεις λήμψονται, καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.
καὶ εἶπεν Ἑζεκίας Ἠσαίᾳ Ἀγαθὸς λόγος Κυρίου ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.