Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Isaiah

    Chapter 41

    Old Testament

    Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσιν ἀναγγειλάτωσαν.

    τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, καὶ πορεύσεται; δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·

    καὶ διώξεται αὐτούς, διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.

    τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ θεὸς πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι.

    εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἦλθον ἅμα,

    κρίνων ἕκαστος τῷ πλησίον βοηθῆσαι καὶ τῷ ἀδελφῷ, καὶ ἐρεῖ

    Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· ποτὲ μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν, ἰσ χύρωσεν

    σ΄ διατι λεγεις Qmg | απεστην U+05D0 28 ουκ] ουκετι U+05D0* c.a (vid) (ουκ U+05D0c.b) | εγνως ει] γνωσει U+05D0* γνωσει ει U+05D0c.a vid εγνως ει U+05D0c.b (postea revoc γνωσει) | ο θεος] om ο A θε Q | πεινασει] πιναση U+05D0* txt (-σι* comm -σει U+05D0c.b) + ουδε διφησι U+05D0* (-σει U+05D0c.b) postea improb U+05D0c.a (vid) 29 πινουσιν (sic) (πειν. Qᵃ) 30 ανισχυες εσονται] α΄ σκανδαλισθησονται θ΄σ΄ ασθενησουσιν Qᵐᵍ XLI 1 ενκαινιζεσθε U+05D0 | με] μ sup ras A¹ | αλλαξουσιν] αλαλαξουσιν U+05D0 | κρισιν] κρισεις A (σ 1⁰ sup ras A¹) | αναγγειλατωσαν] + αμα τοτε κρισιν αναγγειλατωσαν Q* (improb Qcorr) 2 απο] απ Γ | om και 1⁰ A και πορ. sub?? Q | εναντιον] θ΄ κατα προσωπον αυτου σ΄ εμπροσθεν αυτου Qmg | εις γην] οι γ΄ ως χουν Qmg | εξωσμενα] θ΄ εξωθουμενα Qmg 3 διελευσεται] pr και U+05D0AQ | αυτου] + θ΄ ουχ ηξει Qmg 4 εκαλεσεν αυτην sub?? Q | αυτην απογενεων] θ΄ τας γενεας εξ Qmg αρχης] αρχεων U+05D0* (-χαιων U+05D0c.b) 5 ιδο- σαν Γ | γης] + θ΄ εξεστησαν Qmg | ηλθον (-θοσαν U+05D0AQΓ)] α΄ ηκασιν Qᵐᵍ 6 κρινων…ερει] α΄ ανηρ συν ετερω αυτου βοηθησουσιν ӄ τω αδελφω αυτου ειπεν Q,g το πλησιον Γ* | και τω αδελφω βοηθησαι U+05D0AQΓ 7 ισχυσν U+05D0* (-σεν U+05D0a.c, c) ανηρ] ρ sup ras U+05D0¹ | incep χαλκεο U+05D0* | σφυρη (-ρα U+05D0Qa -ρη U+05D0c.b Q*) | αμα om A*vid (σηφυρη| αμα ελαυνων in mg et sup ras Aᵃ) | ποτε] τοτε A | συμβλημα καλον εστιν] α΄θ΄ τη κολλη αγαθον εστῑ σ΄ εις κολλησιν εστιν (sic) Qmg | ισχυρωσαν U+05D0AQ

    αὐτὰ ἐν ἥλοις· θήσουσιν αὐτὰ καὶ οὐ κινηθήσονται.

    Σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακώβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα·

    οὗ ἀντελαβόμην ἀπʼ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ εἶπά σοι Παῖς μου εἶ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε·

    μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἰμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

    ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἱ ἀντίδικοί σου.

    ζητήσεις αὐτούς, καὶ οὐ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἳ παροινήσουσιν εἰς σέ· ἔσονται γὰρ ὡς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἱ ἀντιπολεμοῦντές σε.

    ὅτι ἐγὼ ὁ θεός σου ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ,

    Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ· ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενος Ἰσραήλ.

    ἰδοὺ ἐποίησά σε ὡς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστηροειδεῖς, καὶ ἀλοήσεις ὄρη καὶ λεπτυνεῖς βουνούς, καὶ ὡς χνοῦν θήσεις,

    καὶ λικμήσεις· καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ,

    καὶ ἀγαλλιάσονται οἱ πτωχοὶ καὶ οἱ ἐνδεεῖς. ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐξηράνθη· ἐγὼ Κύριος ὁ θεός, ἐπακούσομαι ὁ θεὸς Ἰσραὴλ καὶ οὐκ ἐγκαταλείψω αὐτούς,

    ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς

    ἕλη ὑδάτων καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς,

    θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον, μυρσίνην καὶ κυπαρισσον καὶ λεύκην·

    ἴνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπιστῶνται ἅμα ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.

    Ἐγγιζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ θεός· ἤγγισαν αἱ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.

    ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἃ συμβήσεται, ἢ τὰ πρότερον τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὰ ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν·

    ἀναγγείλατε ἡμῖν τὰ ἐπερχόμενα ἐπʼ ἐσχάτου, καὶ γνωσομεθα ὅτι θεοί ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ θαυμασόμεθα, καὶ ὀψόμεθα ἅμα·

    ὅτι πόθεν ἐστέ ὑμεῖς καὶ πόθεν ἡ ἐργασία ὑμῶν; ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

    ἐγὼ δὲ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀφʼ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ ὡς πηλὸς κεραμέως καὶ ὡς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.

    τίς γὰρ ἀναγγελεῖ τὰ ἐξ ἀρχῆς. ἵνα γνῶμεν. καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων. οὐδὲ ὁ ἀκούων ὑμῶν τοὺς λόγους.

    ἀρχὴν Σειὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω.

    ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐδείς, καὶ ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

    εἰσὶν γὰρ οἱ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.