Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Jeremiah

    Chapter 23

    Old Testament

    Ὢ ποιμένες οἱ ἀπολλύοντες καὶ διασκορπίζοντες τὰ πρόβατα τῆς νομῆς αὐτῶν.

    διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ τοὺς ποιμαίνοντας τὸν λαόν μου Ὑμεῖς διεσκορπίσατε τὰ πρόβατά μου, καὶ ἐξώσατε αὐτὰ καὶ οὐκ ἐπεσκέψασθε αὐτά, ἰδοὺ ἐγὼ ἐκδικῶ ἐφʼ ὑμᾶς κατὰ τὰ πονηρὰ ἐπιτηδεύματα ὑμῶν.

    καὶ ἐγὼ εἰσδέξομαι τοὺς καταλοίπους τοῦ λαοῦ μου ἐπὶ πάσης τῆς γῆς οὗ ἐξῶσα αὐτοὺς ἐκεῖ, καὶ καταστήσω αὐτοὺς εἰς τὴν νομὴν αὐτῶν, καὶ αὐξηθήσονται καὶ πληθυνθήσονται.

    καὶ ἀναστήσω αὐτοῖς ποιμένας οἳ ποιμανοῦσιν αὐτούς, καὶ οὐ φοβηθήσονται ἔτι οὐδὲ πτοηθήσονται, λέγει Κύριος.

    Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυεὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς καὶ συνήσει καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς.

    ἐν ταῖς ἡμέραις αὐτοῦ καὶ σωθήσεται Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθώς, καὶ τοῦτο τὸ ὄνομα αὐτοῦ ὃ καλέσει αὐτὸν Κύριος Ἰωσέδεκ. Ἐν τοῖς προφήταις.

    Συνετρίβη ἡ καρδία μου ἐν ἐμοί, ἐσαλεύθη πάντα τὰ ὀστᾶ μου, ἐγενήθην ὡς ἀνὴρ συντετριμμένος καὶ ὡς ἄνθρωπος συνεχόμενος ἀπὸ prob U+05D0c. ᵃ) | γην] + α΄θ΄?? ετεραν Qmg | ου] ην U+05D0c.a (mg sinistr) 27 ουτων] + α΄θ΄?? του επιστρεψαι Qmg | ου] pr εκει Q | επιστρεψουσιν AQ 28 ητιμωθη] α΄?? το στομα εξουδενωμενον εκτετιναγμενον Qmg | εξεριφη (εξερρ. Bᵇ)] +?? αυτος ӄ το σπερμα αυτου Qmg 30 γραψον] pr α΄σ΄θ΄?? ταδε λεγει κς Qmg | του σπερματος] om του U+05D0 | αυτου] +?? εν ταις ημεραις αυτου οτι ου μη αυξηθη Qmg | καθημενος] pr ανηρ AQ | εν τω Ιουδα] του Ιουδα U+05D0 εν τω οικω Ιουδα A XXIII 1 ποιμενες] οι ποιμεlνεοντες (sic ut vid) U+05D0 οι ποι- μενες A (ποιμαιν.) Q | οι απολλυοντες] pr και U+05D0 οι διασκορπιζοντες U+05D0AQ | διασκορπιζοντες] απολλυοντες A απολλυντες U+05D0Q | ουτων] μου AQ + φησῑl κς Qmg 2 Κυριος] + α΄σ΄θ΄?? ο θς Ιηλ Qᵐᵍ | επι] + α΄σ΄?? τους ποι- μαινας Qᵐᵍ | δεεσκορπ. U+05D0* (διεσκορπ. U+05D0c.ᵇ) | εξωσατε] απωσατε A | επε- σκεψατε A | εκδικησω AQ | υμων] + α΄σ΄θ΄?? φησῑ| κς Qᵐᵍ 3 και εγω] καγω A | τους καταλοιπους] το καταλοιπον A | μου] + ου διεσπειρα αυτους U+05D0 | επι] απο U+05D0AQ | ου] ουκ U+05D0* 4 οι] οις U+05D0* και A | ουδε] ras aliq in ο B? και ου U+05D0A | πτοηθησονται] + ετι A + α΄?? oυδε μη επισκεπωσιν Qmg 5 συν|ησει U+05D0* συ|νησ. B? 6 αυτου 1°] εκειναις A | om και 1° Q | Ισραηλ] Ιερουσαλημ U+05D0 | om αυτου 2° U+05D0A | Ιωσεδεκ] Ιωσεικειμ U+05D0* (-σεδεκ U+05D0c.a (?)) 9 συν|ετριβη B* συνε|τρ. B? εν] συν A | ως ανηρ ως ανθρωπος sup ras Aa | ως 2°] ωσει Q | ανθρωπος] in ανος rescr ς Aᵃ? συν|εχομενος U+05D0* συνε|χ. B?

    οἴνου, ἀπὸ προσώπου Κυρίου καὶ ἀπὸ προσώπου εὐπρεπείας δόξης αὐτοῦ.

    ὅτι ἀπὸ προσώπου τούτων ἐπένθησεν ἡ γῆ, ἐξηράνθησαν αἱ νομαὶ τῆς ἐρήμου· καὶ ἐγένετο ὁ δρυμὸς αὐτῶν πονηρός, καὶ ἡ ἰσχὺς αὐτῶν οὕτως.

    ὅτι ἱερεὺς καὶ προφήτης ἐμολύνθησαν, καὶ ἐν τῷ οἴκῳ μου εἶδον πονηρίας αὐτῶν.

    διὰ τοῦτο γενέσθω ἡ ὁδὸς αὐτῶν αὐτοῖς εἰς ὀλίσθημα ἐν γνόφῳ, καὶ ὑποσκελισθήσονται καὶ πεσοῦνται ἐν αὐτῇ· διότι ἐπάξω ἐπʼ αὐτοὺς κακὰ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῶν.

    καὶ ἐν τοῖς προφήταις Σαμαρείας εἶδον ἀνομήματα· ἐπροφήτευσαν διὰ τῆς Βάαλ, καὶ ἐπλάνησαν τὸν λαόν μου Ἰσραήλ.

    καὶ ἐν τοῖς προφήταις Ἰερουσαλὴμ ἑώρακα φρικτά, μοιχωμένους καὶ πορευομένους ἐν ψεύδεσι καὶ ἀντιλαμβανομένους χειρῶν πολλῶν τοῦ μὴ ἀποστραφῆναι ἕκαστον ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς ἐγενήθησάν μοι πάντες ὡς Σόδομα, καὶ οἱ κατοικοῦντες αὐτὴν ὥσπερ Φόμορρα.

    Διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ψωμιῶ αὐτοὺς ὀδύνην καὶ ποτιῶ αὐτοὺς ὕδωρ πικρόν, ὅτι ἀπὸ τῶν προφητῶν Ἰερουσαλὴμ ἐξῆλθεν μολυσμὸς πάσῃ τῆ γῇ.

    οὕτως λέγει Κύριος Παντοκράτωρ Μὴ ἀκούετε τοὺς λόγους τῶν προφητῶν, ὅτι ματαιοῦσιν ἑαυτοῖς ὅρασιν, ἀπὸ καρδίας αὐτῶν λαλοῦσιν καὶ οὐκ ἀπὸ στόματος Κυρίου.

    λέγουσιν τοῖς ἀπωθουμένοις τὸν λόγον Κυρίου Εἰρήνη ἔσται ὑμῖν, καὶ πᾶσιν τοῖς πορευομένοις τοῖς θελήμασιν αὐτῶν, παντὶ τῷ πορευομένῳ πλάνῃ καρδίας αὐτοῦ εἶπαν Οὐχ ἥξει ἐπὶ σέ κακά.

    ὅτι τίς ἔστη ἐν ὑποστήματι Κυρίου καὶ εἶδεν τὸν λόγον αὐτοῦ; τίς ἐνωτίσατο καὶ ἤκουσεν;

    ἰδοὺ σεισμὸς παρὰ Κυρίου καὶ ὀργὴ ἐκπορεύεται

    εἰς συνσεισμόν, συστρεφομένη ἐπὶ τοὺς ἀσεβεῖς ἥξει

    καὶ οὐκέτι ἀποστρέψει ὁ θυμὸς Κυρίου, ἕως ποιήσῃ αὐτὸ ἀπὸ ἐγχειρήματος καρδίας αὐτοῦ· ἐπʼ ἐσχάτου τῶν ἡμερῶν νοήσουσιν αὐτό.

    οὐκ ἀπέστελλον τοὺς προφήτας, καὶ αὐτοὶ ἔτρεχον· οὐδὲ ἐλάλησα πρὸς αὐτούς, καὶ αὐτοὶ ἐπροφήτευον.

    καὶ εἰ ἔστησαν ἐν τῇ ὑποστάσει μου καὶ εἰ ἤκουσαν τῶν λόγων μου, καὶ τὸν λαόν μου ἂν ἀπέστρεφον αὐτοὺς ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων αὐτῶν.

    θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐχὶ θεὸς πόρρωθεν.

    εἰ κρυβήσεταί τις ἐν κρυφαίοις, καὶ ἐγὼ οὐκ ὄψομαι αὐτόν; μὴ οὐχὶ τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει Κύριος;

    ἤκουσα ἃ λαλοῦσιν οἱ προφῆται· προφητεύουσιν ἐπὶ τῷ ὀνόματί μου ψευδῆ λέγοντες Ἠνυπνιασάμην ἐνύπνιον.

    ἕως πότε ἔσται ἐν καρδίᾳ τῶν προφητῶν τῶν προφητευόντων ψευδῆ, ἐν τῷ προφητεύειν αὐτοὺς τὰ θελήματα καρδίας αὐτῶν,

    τῶν λογιζομένων τοῦ ἐπιλαθέσθαι τοῦ νόμου μου ἐν τοῖς ἐνυπνίοις αὐτῶν, ἃ διηγοῦντο ἕκαστος τῷ πλησίον αὐτοῦ, καθάπερ ἐπελάθοντο οἱ πατέρες αὐτῶν τοῦ ὀνόματός μου ἐν τῇ Βάαλ;

    ὁ προφήτης ἐν ᾧ τὸ ἐνύπνιόν ἐστιν, διηγησάσθω τὸ ἐνύπνιον αὐτοῦ· καὶ ἐν ᾧ ὁ λόγος μου πρὸς αὐτόν, διηγησάσθω τὸν λόγον μου ἐπʼ ἀληθείας. τί τὸ ἄχυρον πρὸς τὸν σῖτον;

    οὕτως οἱ λόγοι μου, λέγει Κύριος οὐκ ἰδοὺ οἱ λόγοι μου ὥσπερ πῦρ, καὶ ὡς πέλυξ κόπτων πέτραν;

    διὰ τοῦτο ἰδοὺ ἐγὼ πρὸς τοὺς προφήτας τοὺς προφητεύοντας ἐνύπνια

    • αν U+05D0AQ | ποιησει U+05D0 | απο] pr ӄ εως αν στηση αυτο Bᵃᵇ A pr ӄ εως αν αναστηση αυτο U+05D0c.ᵃQ | ενχειρηματος A | εσχατων AQ* | νοησουσιν] pr θ΄?? νοησει Qmg | αυτο 2°] αυτα AQ 21 τους προφ.] pr α΄?? συν Qᵐᵍ | ουδε] ουκ AQ | προς αυτους] αυτοις U+05D0 | επροφητευσαν U+05D0 22 τη υποστασει] om τη Q | om ει 2° U+05D0Q | εισηκουσαν U+05D0 | om αν A | απεστρεφον] αποστρεφειν A +?? αυτους εκ της οδου αυτων της πονηρας ӄ Qmg | om αυτους U+05D0Q | των επιτηδευματων αυτ. των πονηρων A 23 εγω ειμι] om ειμι U+05D0 + λεγει κς Bab mg U+05D0AQ | ουχι] ου A 24 τις] ανθρωπος AQ | αυτον] + α΄σ΄θ΄?? φησιν κς Qmg | τον ουρ.] pr α΄?? συν Qmg | την γην] pr α΄?? συν Qᵐᵍ 25 α] pr α΄?? συν Qmᵍ | om λαλουσιν U+05D0 | προφητευουσιν] pr α AQ | ενυπνιασαμην AQ 26 εν 2°] pr και U+05D0AQ 27 επιλαθεσθαι] + α΄σ΄θ΄?? τον λαον μου Qmg | διηγουνται A | τω πλησιον] προς τον πλ. Q | επελαθεντο B* U+05D0 (-θοντο Bᵃᵇ AQ) 28 ενυπνιον 1°] ενεπνιον U+05D0* | αληθιας U+05D0 | σιτον] +?? φησιν κς Qᵐᵍ 29 ουτως] pr?? ουχ Q | ουκ ιδου] ουχι U+05D0 ουχ AQ | πυρ] pr φλεγον A + φλεγο| Q | και] pr λεγει κς AQ | ως] ωσπερ U+05D0 | πελυξ] πελυκυς A | πετρον] + (30) δια τουτο ιδου εγω προς τους προφητας λεγει κς ο θς τους κλεπτοντας τους λογους μου εκαστος παρα του πλησιον αυτου (31) ιδου εγω προς τους προφητας τους εκβαλλοντας (incep εκπ?? εβαλλ. Q*) προφητειας (-πειαν A) γλωσσης (-σση A) και νυσταζοντας νυσταγμον εαυτων (ουτων Q) U+05D0AQ 32 om δια τουτο U+05D0AQ ενυπνια ψευδη] ψευδη ενυπν. A + α΄σ΄ U+05D0 φησιν κς Qmg

    ψευδῆ, καὶ οὐ διηγοῦντο αὐτά, καὶ ἐπλάνησαν τὸν λαόν μου ἐν τοῖς ψεύδεσιν αὐτῶν καὶ ἐν τοῖς πλάνοις αὐτῶν, καὶ ἐγὼ οὐκ ἀπέστειλα αὐτοὺς καὶ οὐκ ἐνετειλάμην αὐτοῖς, καὶ ὠφελειαν οὐκ ὠφελήσουσιν τὸν λαὸν τοῦτον.

    καὶ ἐὰν ἐρωτήσωσί σε ὁ λαὸς οὗτος ἢ ἱερεὺς ἢ προφήτης Τί τὸ λῆμμα Κυρίου; καὶ ἐρεῖς αὐτοῖς Ὑμεῖς ἐστε τὸ λῆμμα καὶ ῥάξω ὑμᾶς, λέγει Κύριος.

    ὁ προφήτης καὶ οἱ ἱερεῖς καὶ ὁ λαὸς οἳ ἂν εἴπωσιν Λῆμμα Κυρίου, καὶ ἐκδικήσω τὸν ἄνθρωπον ἐκεῖνον καὶ τὸν οἶκον αὐτοῦ.

    οὕτως ἐρεῖτε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ Τί ἀπεκρίθη Κύριος, καὶ τί ἐλάλησεν Κύριος;

    καὶ Λῆμμα Κυρίου μὴ ὀνομάζετε ἔτι, ὅτι τὸ λῆμμα τῷ ἀνθρώπῳ ἔσται ὁ λόγος αὐτοῦ.

    καὶ διὰ τί ἐλάλησεν Κύριος ὁ θεὸς ἡμῶν;

    δᾶ τοῦτο τάδε λέγει Κύριος ὁ θεὸς ἡμῶν Ἀνθʼ ὧν εἴπατε τὸν λόγον τοῦτον Λῆμμα Κυρίου, καὶ ἀπέστειλα πρὸς ὑμᾶς λέγων Οὐκ ἐρεῖτε Λῆμμα Κυρίου·

    διὰ τοῦτο ἰδοὺ ἐγὼ λαμβάνω καὶ ῥάσσω ὑμᾶς καὶ τὴν πόλιν ἣν ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν,

    καὶ δώσω εἰς ὑμᾶς ὀνειδισμὸν αἰώνιον καὶ ἀτιμίαν αἰώνιον, ἥτις οὐκ ἐπιλησθήσεται.

    διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ οὐκ ἐροῦσιν ἔτι Ζῇ Κύριος ὃς ἀνήγαγεν τὸν οἶκον Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου,

    ἀλλά Ζῇ Κύριος ὃς συνήγαγεν ἃπαν τὸ σπέρμα Ἰσραὴλ ἀπὸ γῆς βορρᾶ καὶ ἀπὸ πασῶν τῶν χωρῶν οὗ ἐξῶσεν αὐτοὺς ἐκεῖ, καὶ ἀπεκατέστησεν αὐτοὺς εἰς τὴν γῆν αὐτῶν.