Chapter 28
Hellenistic Old Testament GreekΤάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐξεγείρω ἐπὶ Βαβυλῶνα καὶ ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους ἄνεμον καύσαωνα διαφθείροντα.
καὶ ἐξαποστελῶ εἰς Βαβυλῶνα ὑβριστάς, καὶ καθυβρίσουσιν αὐτὴν καὶ λυμανοῦνται τὴν γῆν αὐτῆς· οὐαὶ ἐπὶ Βαβυλῶνα κυκλόθεν ἐν ἡμέρᾳ κακώσεως αὐτῆς.
τεινέτω ὁ τείνων τὸ τόξον αὐτοῦ, καὶ περιθέσθω ᾧ ἐστὶν ὅπλα αὐτοῦ, καὶ μὴ φείσησθε ἐπὶ νεανίσκους αὐτῆς καὶ ἀφανίσατε πᾶσαν τὴν δύναμιν αὐτῆς.
καὶ πεσοῦνται τραυματίαι ἐν γῇ Χαλδαίων καὶ κατακεκεντημένοι ἔξωθεν αὐτῆς.
διότι οὐκ ἐχήρευσεν Ἰσραὴλ καὶ Ἰούδας ἀπὸ θεοῦ αὐτῶν, ἀπὸ Κυρίου Παντοκράτορος· ὅτι ἡ γῆ αὐτῶν ἐπλήσθη ἀδικίας ἀπὸ τῶν ἁγίων Ἰσραήλ.
φεύγετε ἐκ μέσου Βαβυλῶνος καὶ ἀνασώζετε ἕκαστος τὴν ψυχὴν αὐτοῦ, καὶ μὴ ἀποριφῆτε ἐν τῇ ἀδικίᾳ αὐτῆς, ὅτι καιρὸς ἐκδικήσεως
αὐτῆς ἐστιν παρὰ Κυρίου, ἀνταπόδομα αὐτος ἀνταποδίδωσιν αὐτῇ.
ποτήριον χρυσοῦν Βαβυλὼν ἐν χειρὶ Κυρίου, μεθύσκον πᾶσαν τὴν γῆν· ἀπὸ τοῦ οἴνου αὐτῆς ἐπίοσαν ἔθνη, διὰ τοῦτο ἐσαλεύθησαν·
καὶ ἄφνω ἔπεσεν Βαβυλὼν καὶ συνετρίβη. θρηνεῖτε αὐτήν, λάβετε ῥητίνην τῇ διαφθορᾷ αὐτῆς, εἵ πως ἰαθήσεται.
ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη· ἐνκαταλίπωμεν αὐτὴν καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ, ὅτι ἔγγικεν εἰς οὐρανὸν τὸ κρίμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων.
ἐξήνεγκεν Κύριος τὸ κρίμα αὐτοῦ· δεῦτε καὶ ἀναγγείλωμεν ἐν Σειὼν τὰ ἔργα Κυρίου τοῦ θεοῦ ἡμῶν.
παρασκευάζετε τὰ τοξεύματα, πληροῦτε τὰς φαρέτρας· ἤγειρεν Κύριος τὸ πνεῦμα βασιλέως Μήδων, ὅτι εἰς Βαβυλῶνα ἡ ὀργὴ αὐτοῦ τοῦ ἐξολεθρεῦσαι αὐτήν, ὅτι ἐκδίκησις Κυρίου ἐστίν, ἐκδίκησις λαοῦ αὐτοῦ ἐστιν.
ἐπὶ τειχέων Βαβυλῶνος ἄρατε σημεῖον, ἐπιστήσατε φαρέτρας, ἐγείρατε φυλακάς, ἑτοιμάσατε ὅπλα, ὅτι ἐνεχείρησεν· καὶ ποιήσει Κύριος ἃ ἐλάλησεν ἐπὶ τοὺς κατοικοῦντας Βαβυλῶνα,
κατασκηνοῦντας ἐφʼ ὕδασι πολλοῖς καὶ ἐπὶ πλήθει θησαυρῶν αὐτῆς· ἤκει τὸ πέρας σου ἀληθῶς εἰς τὰ σπλάγχα σου.
ὅτι ὤμοσεν Κύριος κατὰ τοῦ βραχίονος αὐτοῦ διότι Πληρώσω σε ἀνθρώπων ὡσεὶ ἀκρίδων, καὶ φθέγξονται ἐπὶ σέ οἱ καταβαίνοντες.
ΙΙοιῶν γῆν ἐν τῇ ἰσχύι αὐτοῦ, ἑτοιμάζων οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ, ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινεν τὸν οὐρανόν,
εἰς φωνὴν ἔθετο ἦχος ὕδατος ἐν τῷ οὐρανῷ, καὶ ἀνήγαγεν νεφέλας ἀπʼ ἐσχάτου τῆς γῆς, ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν καὶ ἐξήγαγεν φῶς ἐκ τῶν θησαυρῶν αὐτοῦ.
ἐματαιώθη πᾶς ἄνθρωπος ἀπὸ γνώσεως, κατῃσχύνθη πᾶς χρυσοχόος ἀπὸ τῶν γλυπτῶν αὐτοῦ, ὅτι ψευδῆ ἐχώνευσαν, οὐκ ἔστιν πνεῦμα ἐν αὐτοῖς.
μάταιά ἐστιν, ἔργα μεμωκημένα, ἐν καιρῷ ἐπισκέψεως αὐτῶν ἀπολοῦνται.
οὐ τοιαύτη μερὶς τῷ Ἰακώβ, ὅτι ὁ πλάσας τὰ πάντα αὐτός
ρητεινην B* (-τινην Bb) ριτινην A 9 Βαβυλωναν U+05D0* | εγκαταλιπωμεν Bᵇ ενκαταλειπωμεν U+05D0* εγκαταλειπωμεν U+05D0c.a A εγκαταλειπομεν Q | ηγγικεν] ηγγεισεν U+05D0A | αστων U+05D0* (αστρ. U+05D0?) 10 εν] εις AQ | Σιων U+05D0AQ | του θεου] om του U+05D0AQ 11 παρασκευασατε A | φαλετρας B* (φαρ. Bᵃ?ᵇ) | βασιλεων U+05D0* (-λεως B?) | του εξολεθρευσαι (εξολοθρ. Bᵇ εξωλεθρ. U+05D0)] om του Q | Κυριου] pr παρα Q | om εστιν 2° Q 12 τειχεων] pr?? των Qᵐᵍ | om επιστησατε φαροτρας Q* (hab Qmg) | φαρετραν U+05D0* (-τρας U+05D0?) | εγειρατε] εγειρετε A επιστησατε Q | om και ποιησει Κυριος α ελαλησεν U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) α] οσα Q 13 κατασκηνουσα Q | υδατι U+05D0* (υδασι U+05D0c.a (?)) | εις (ει|ς B* εις B?)] επι U+05D0A 14 καταβεννοντες A 15 ποιων] pr ο U+05D0Q | συν|εσει B* συνε|σ. Bᵃ 16 ηχος] πληθος ηχους Q | των θησαυρων] om των U+05D0Q 17 εματαιωθη] εμωρανθη AQ | αυτου] αυτων U+05D0* (superscr ου U+05D0?) | εχωνευσεν A 19 ου τοιαυτη] ουτοι· αυτη A | μερις] pr η Q (η sub?? Q?)
ἐστιν κληρονομία αὐτοῦ, Κύριος ὄνομα αὐτῷ.
διασκορπίζεις σύ μοι σκεύη πολέμου, καὶ διασκορπιῶ ἐν σοὶ ἔθνη καὶ ἐξαρῶ ἐκ σοῦ βασιλεῖς.
καὶ διασκορπιῶ ἐν σοὶ ἵππον καὶ ἐπιβάτην αὐτοῦ,
καὶ διασκορπιῶ ἐν σοὶ ἅρματα καὶ ἀναβάτας αὐτῶν· καὶ διασκορπιῶ ἐν σοὶ νεανίσκον καὶ παρθένον, καὶ διασκορπιῶ ἐν σοὶ ἄνδρα καὶ γυναῖκα.
καὶ διασκορπιῶ ἐν σοὶ ποιμένα καὶ τὸ ποίμνιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ γεωργὸν καὶ τὸ γεώργιον αὐτοῦ, καὶ διασκορπιῶ ἐν σοὶ ἡγεμόνας καὶ στρατηγούς σου.
καὶ ἀνταποδώσω τῇ Βαβυλῶνι καὶ πᾶσι τοῖς κατοικοῦσι Χαλδαίοις πάσας τὰς κακίας αὐτῶν ἃς ἐποίησαν ἐπὶ Σειὼν κατʼ ὀφθαλμοὺς ὑμῶν, λέγει Κύριος.
Ἰδοὺ ἐγὼ πρὸς σέ, τὸ ὄρος τὸ διεφθαρμένον τὸ διαφθεῖρον πᾶσαν τὴν γῆν, καὶ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ καὶ κατακυλιῶ σε ἐπὶ τῶν πετρῶν, καὶ δώσω σε ὡς ὄρος ἐμπεπυρισμένον,
καὶ οὐ μὴ λάβωσιν ἀπὸ σοῦ λίθον εἰς γωνίαν καὶ λίθον εἰς θεμέλιον, ὅτι εἰς ἀφανισμὸν εἰς τὸν αἰῶνα ἔσῃ, λέγει Κύριος.
ἄρατε σημεῖον ἐπὶ τῆς γῆς, σαλπίσατε ἐν ἔθνεσιν σάλπιγγι, ἁγιάσατε ἐπʼ αὐτὴν ἔθνη, παραγγείλατε ἐπʼ αὐτήν, βασιλεῖς ἄρατε παρʼ ἐμοῦ, καὶ τοῖς Ἀσχαναζέοις· ἐπιστήσατε ἐπʼ αὐτὴν βελοστάσεις, ἀναβιβάσατε ἐπʼ αὐτὴν ἵππον ὡς ἀκρίδων πλῆθος.
ἀναβιβάσατε ἐπʼ αὐτὴν ἔθνη, τὸν βασιλέα τῶν Μήδων καὶ πάσης τῆς γῆς, τοὺς ἡγουμένους αὐτοῦ καὶ πάντας τοὺς στρατηγοὺς αὐτοῦ.
ἐσείσθη ἡ γῆ καὶ ἐπόνεσεν, διότι ἐξανέστη ἐπὶ Βαβυλῶνα λογισμὸς Κυρίου τοῦ θεῖναι τὴν γῆν Βαβυλῶνος εἰς ἀφανισμὸν καὶ μὴ κατοικεῖσθαι αὐτήν.
ἐξέλιπεν μαχητὴς Βαβυλῶνος τοῦ πολεμεῖν, καθήσονται ἐκεῖ ἐν περιοχῇ, ἐθραύσθη ἡ δυναστεία αὐτῶν, ἐγενήθησαν ὡσεὶ γυναῖκες·
ἐνεπυρίσθη τὰ σκηνώματα αὐτῆς, συνετρίβησαν οἱ μοχλοὶ αὐτῆς.
διώκων εἰς ἀπάντησιν διώκοντος διώξεται, καὶ ἀναγγέλλων εἰς ἀπάντησιν ἀναγγέλλοντος τοῦ ἀναγγεῖλαι τῷ βασιλεῖ Βαβυλῶνος ὅτι ἑάλωκεν ἡ πόλις αὐτοῦ,
ἀπ᾿ ἐσχάτου τῶν διαβάσεων αὐτοῦ ἐλήμφθησαν, καὶ τὰ συστέματα αὐτῶν ἐνέπρησαν ἐν πυρί, καὶ οἱ ἄνδρες αὐτοῦ οἱ πολεμισταὶ ἐξέρχονται.
διότι τάδε λέγει Κύριος Οἶκοι βασιλέως Βαβυλῶνος ὡς ἅλων ὥριμος ἀλοηθήσονται· ἔτι μικρὸν καὶ ἤξει ὁ ἀμητὸς αὐτῆς.
κατέφαγέν με, ἐμερίσατό με, κατέλαβέν με σκότος λεπτόν, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατέπιέν με, ὡς δράκων ἔπλησεν τὴν κοιλίαν αὐτοῦ ἀπὸ τῆς τρυφῆς μου·
ἐξῶσάν με οἱ μόχθοι μου καὶ αἱ ταλαιπωρίαι μου εἰς Βαβυλῶνα, ἐρεῖ κατοικοῦσα Σειών, καὶ τὸ αἷμά μου ἐπὶ τοὺς κατοικοῦντας Χαλδαίους, ἐρεῖ Ἰερουσαλήμ·
διὰ τοῦτο τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ κρινῶ τὴν ἀντίδικόν σου καὶ ἐκδικήσω τὴν ἐκδίκησίν σου, καὶ ἐρημώσω τὴν θάλασσαν αὐτῆς καὶ ξηρανῶ τὴν πηγὴν αὐτῆς·
καὶ ἔσται Βαβυλὼν εἰς ἀφανισμόν, καὶ οὐ κατοικηθήσεται.
ὅτι ἄμα ὡς λέοντες ἐξηγέρθησαν καὶ ὡς σκύμνοι λεόντων.
ἐν τῇ θερμασίᾳ αὐτῶν δώσω πότημα αὐτοῖς, καὶ μεθύσω αὐτοὺς ὅπως καρωθῶσιν καὶ ὑπνώσωσιν ὕπνον αἰώνιον καὶ οὐ μὴ ἐγερθῶσι, λέγει Κύριος.
καὶ καταβίβασον αὐτοὺς ὡς ἄρνας εἰς σφαγὴν καὶ ὡς κριοὺς μετʼ ἐρίφων.
πῶς ἑάλω καὶ ἐθηρεύθη τὸ καύχημα πάσης τῆς γῆς; πῶς ἐγένετο Βαβυλὼν εἰς ἀφανισμὸν ἐν τοῖς ἔθνεσιν;
ἀνέβη ἐπὶ Βαβυλῶνα ἡ θάλασσα ἐν ἤχῳ κυμάτων αὐτῆς, καὶ κατεκαλύφθη.
ἐγενήθησαν αἱ πόλεις
U+05D0c.a(?)) 32 32 της διαβασεως U+05D0* (των διαβασεων U+05D0c.a (?)) | εληφθησαν Qᵃ | συστηματα Bᵃ?ᵇQ | αυτων] αυτου AQ | ενεπρησαν] ενεπρησθησαν A ενεπυρισθησαν Q | οι ανδρες] om οι BᵃᵇU+05D0AQ | αυτου 2°] αυτοι U+05D0* 33 Κυριος] +?? των δυναμεων θς Ιηλ Qmg | οικοι] οικος Q | βασιλεων U+05D0* | αλοηθησεται U+05D0AQ 35 μοχθοι] εχθροι U+05D0 | κατοικουσα] pr και U+05D0* | Σιων Bᵇ AQ | κατοικουνταις U+05D0* | Χαλδεους U+05D0 | ερει Ιερουσαλημ| επι Ιηλ U+05D0c. ᵃ επι Ιλημ (sup ras et in mg) Aa 36 om και εκδικησω τ. εκδ. σου A | εδικησω U+05D0* (εκδ. U+05D0?) | ερημω Q* (superscr σω Qᵃ) θα|ασσαν U+05D0 | ξηρανω] εξαρω U+05D0 | πηγην] γην U+05D0A 38 om οτι U+05D0AQ | om αμα AQ | εξηγερθησαν (εξεγ. Q*)] + αμα AQ | σκοιμοι U+05D0* (σκυμν. U+05D0?) 39 καρωθωσιν (-σι Qa)] καθαρωσῑ| U+05D0* | om και 2°...εγερθωσι U+05D0* (hab U+05D0c.a (?) ᵐᵍ) | υπνωσουσιν A | εγερθωσι (-σιν Q*)] εξεγερθωσι Bᵃb εξεγερθωσιν U+05D0c.a (?) ᵐᵍ A 40 om και 1° AQ | καταβιβασω U+05D0* (-σον U+05D0c.a (?)) | εισφαγην U+05D0* 41 εαλω] ελαληκεν U+05D0* (εαλω U+05D0c.a (?)) + παντες?? ο Εισακ Qmg | τοις εθνεσιν (τ. εθνσιν U+05D0*)] pr πασι Q 42 ανεβη] pr ανεβη ε|πι Βαβυλωνα εις (? + ηθ)| αφα- νισμου εν τοις εθνεσιν U+05D0* (punct et unc improb U+05D01 fort) 43 πολις U+05D0* (-λεις U+05D0c.ᵇ)
αὐτῆς ὡς γῆ ἄνυδρος καὶ ἄβατος, οὐ κατοικήσει ἐν αὐτῇ οὐδὲ εἰς, οὐδὲ μὴ καταλύσει ἐν αὐτῇ υἱὸς ἀνθρώπου.
καὶ ἐκδικήσω ἐπὶ Βαβυλῶνα, καὶ ἐξοίσω ὃ κατέπιεν ἐκ τοῦ στόματος αὐτῆς, καὶ οὐ μὴ συναχθῶσιν πρὸς αὐτὴν ἔτι τὰ ἔθνη,
καὶ ἐν Βαβυλῶνι πεσοῦνται τραυματίαι πάσης τῆς γῆς.
ἀνασωζόμενοι ἐκ γῆς, πορεύεσθε καὶ μὴ ἵστασθε· οἱ μακρόθεν, μνήσθητε τοῦ κυρίου, καὶ Ἰερουσαλὴμ ἀναβήτω ἐπὶ τὴν καρδίαν ὑμῶν.
ᾐσχύνθημεν, ὅτι ἠκούσαμεν ὀνειδισμὸν ἡμῶν, κατεκάλυψεν ἀτιμία τὸ πρόσωπον ἡμᾶν, εἰσῆλθον ἀλλογενεῖς εἰς τὰ ἅγια ἡμῶν, εἰς οἶκον Κυρίου.
διὰ τοῦτο ἰδοὺ ἡμέραι, λέγει Κύριος, καὶ ἐκδικήσω ἐπὶ τὰ γλυπτὰ αὐτῆς, καὶ ἐν πάσῃ τῇ γῇ αὐτῆς πεσοῦνται τραυματίαι.
ὅτι ἐὰν ἀναβῇ Βαβυλὼν ὡς ὁ οὐρανός, καὶ ὅτι ἐὰν ἀχυρώσῃ τὰ τείχη ἰσχύι αὐτῆς, παρʼ ἐμοῦ ἥξουσιν ἐξολεθρεύοντες αὐτήν, λέγει Κύριος.
φωνὴ κραυγῆς ἐν Βαβυλῶνι, καὶ συντριβὴ μεγάλη ἐν γῇ Χαλδαίων,
ὅτι ἐξωλέθρευσεν Κύριος τὴν Βαβυλῶνα, καὶ ἀπώλεσεν ἀπʼ αὐτῆς φωνὴν μεγάλην ἠχοῦσαν ὡς ὕδατα πολλά, ἔδωκεν εἰς ὄλεθρον φωνὴν αὐτῆς.
ὅτι ἦλθεν ἐπὶ Βαβυλῶνα ταλαιπωρία, ἑάλωσαν οἱ μαχηταὶ αὐτῆς, ἐπτόηται τὸ τόξον
αὐτῶν, ὅτι ὁ θεὸς ἀνταποδίδωσιν αὐτοῖς.
Κύριος ἀνταποδίδωσιν καὶ μεθύσει μέθῃ τοὺς ἡγεμόνας αὐτῆς καὶ τοὺς σοφοὺς αὐτῆς καὶ τοὺς στρατηγοὺς αὐτῆς, λέγει ὁ βασιλεύς, Κύριος Παντοκράτωρ ὄνομα αὐτῷ.
τάδε λέγει Κύριος Τεῖχος Βαβυλῶνος ἐπλατύνθη, κατασκαπτόμενον κατασκαφήσεται, καὶ αἱ πύλαι αὐτῆς αἱ ὑψηλαὶ ἐνπυρισθήσονται, καὶ οὐ κοπιάσουσιν λαοὶ εἰς κενόν, καὶ ἔθνη ἐν ἀρχῇ ἐκλείψουσιν.
Ὁ λόγος ὃν ἐνετείλατο Κύριος Ἰερεμίᾳ τῷ προφήτῃ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρείου υἱῷ Μαασαίου, ὅτε ἐπορεύετο παρὰ Σεδεκίου βασιλέως Ἰούδα εἰς Βαβυλῶνα, ἐν τῷ ἔτει τῷ τετάρτῳ τῆς βασιλείας αὐτοῦ· καὶ Σαραίας ἄρχων δώρων.
καὶ ἔγραψεν Ἰερεμίας πάντα τὰ κακὰ ἃ ἥξει ἐπὶ Βαβυλῶνα ἐν βιβλίῳ, πάντας τοὺς λόγους τούτους τοὺς γεγραμμένους ἐπὶ Βαβυλῶνα.
Καὶ εἶπεν Ἰερεμίας πρὸς Σαραίαν Ὅταν ἔλθῃς εἰς Βαβυλῶνα, καὶ ὄψῃ καὶ ἀναγνώσῃ πάντας τοὺς λόγους τούτους,
καὶ ἐρεῖς Κύριε Κύριε, σὺ ἐλάλησας ἐπὶ τὸν τόπον τοῦτον τοῦ ἐξολεθρεῦσαι αὐτὸν καὶ τοῦ μὴ εἶναι ἐν αὐτῷ κατοικοῦντας ἀπὸ ἀνθρώπου ἕως κτήνους, ὅτι ἀφανισμὸς εἰς τὸν αἰῶνα ἔσται.
καὶ ἔσται ὅταν παύσῃ τοῦ ἀναγινώσκειν τὸ βιβλίον τοῦτο, καὶ ἐπιδήσεις ἐπʼ αὐτὸ λίθον καὶ ῥίψεις αὐτὸ εἰς μέσον τοῦ Εὐφράτου,
καὶ ἐρεῖς Οὕτως καταδύσεται Βαβυλών, καὶ οὐ μὴ ἀναστῇ ἀπὸ προσώπου τῶν Χαλδαίων ὧν ἐγὼ ἐπάγω ἐπʼ αὐτήν.
om αυτοις U+05D0* (hab U+05D0c.ᵃ) Qᵃ 57 Κυριος ανταποδιδωσιν] om U+05D0* (hab U+05D0c.a) pr αυτος Qa | ανταποδιδωσιν] + αυτη την ανταποδοσῑ| AQ | μεθυσει] μεθυι U+05D0* (-θυσι U+05D0?) | ηγεμονας] ηγουμενους Q | αυτης 2°] + θ΄?? ӄ τους ηγουμενους αυτης (pro ηγ. γ΄ αρχοντας) Qmg | om και τους στρατηγους αυτης A | αυτης 3°] + α΄θ΄?? ӄ δυνατους αυτης υπνωσουσῑ| υπνον αιωνιον ӄ ου μη εξεγερθωσῑ| Qᵐᵍ 58 Κυριος] +?? των δυναμεω| Qmg | κατακαπτομενον U+05D0* (κατασκ. U+05D0?) | ενπυρισθησονται (εμπ. Bᵃ?ᵇAQ)] pr εν πυρι Q (sub?? Qmg) | κοπιασουσι Qa 59 Κυριος] pr ο U+05D0* (postea ras) προφητω U+05D0* | Σαιραια Afort (ras 1 lit post α 1° A?) om υιω Νηρειου U+05D0 | υιω 1°] υιου A | Νηριου U+05D0c.a AQ | υιω 2°] υιου AQ | Μαασαιου] Μαχαιου U+05D0* (Μαασ. U+05D0c.a (?)) Μαασσαιου A | οτε] οτι A* vid (ε sup ras Aa) | ετει τω τεταρτω] τεταρτω ετει A | Σαρεας U+05D0 60 Ιηρεμιας A | παντα] αποντα Q pr?? συν Qmg | om α U+05D0* (superscr U+05D0c.a (?)) | βιβλιω (βιβιω U+05D0*)] + ενι U+05D0AQ | παντας] pr συν Qᵐᵍ | om τουτους A | γεγραμμενους] ενγεγραμμ. A 61 om και 1°... εις Bαβυ- λωνα U+05D0* (hab U+05D0c.a ᵐᵍ inf) | Ιηρεμιας U+05D0c.a | αναγωση U+05D0* (αναγν. U+05D0?) | παντας] pr?? συν Qᵐᵍ 62 om Κυριε 2° U+05D0Q | του εξολεθρευσαι (εξολοθρ. Bᵇ εξωλεθρ. U+05D0)] om του U+05D0* (superscr U+05D0c.a (?)) | αυτω] αυτοις U+05D0* (-τω U+05D0c.a (?)) | κατοι- κουντα Q 63 οταν] οτε U+05D0?vid (postea rurs οταν) | του αναγινωσκειν] αναγινωσκων U+05D0A | βιβιον U+05D0* | επιδησει A* (-σεις Aᵃ?) | επ αυτο] αυτω A | ριψεις] επιρηψεις U+05D0* (ριψ. U+05D0c.a (?)) | μεσον] pr το U+05D0 64 om και 2° A | των Χαλδαιων] των κακων U+05D0A κακων Q* των κ. Qᵃ (et sub?? Qmᵍ) | αυτην] + α΄?? ӄ εσταθησᾱ| εως ενταυθα οι λογοι Ιερεμιου Qᵐᵍ