Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Jeremiah

    Chapter 48

    Old Testament

    Καὶ ἐγένετο τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου υἱοῦ Ἐλασὰ ἀπὸ γένους τοῦ βασιλέως, καὶ δέκα ἄνδρες μετʼ αὐτοῦ, πρὸς Γοδολίαν εἰς Μασσηφά, καὶ ἔφαγον ἐκεῖ ἄρτον ἄμα.

    καὶ ἀνέστη Ἰσμαὴλ καὶ οἱ δέκα ἄνδρες οἱ ἦσαν μετʼ αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐπὶ τῆς γῆς,

    καὶ πάντας τοὺς Ἰουδαίους τοὺς ὄντας μετʼ αὐτοῦ ἐν Μασσηφὰ καὶ πάντας τοὺς Χαλδαίους τοὺς εὑρεθέντας ἐκεῖ

    καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ δευτέρᾳ πατάξαντος αὐτοῦ τὸυ Γοδολίαν, καὶ ἄνθρωπος οὐκ ἔγνω,

    καὶ ἤλθοσαν ἄνδρες ἀπὸ Συχέμ καὶ ἀπὸ Σαλὴμ καὶ ἀπὸ Σαμαρίας, ὀγδοήκοντα ἄνδρες, ἐξυρημένοι πώγωνας καὶ διερρηγμένοι τὰ ἱμάτια καὶ κοπτόμενοι, καὶ μάννα καὶ λίβανος ἐν χερσὶν αὐτῶν τοῦ εἰσενεγκεῖν εἰς οἶκον Κυρίου.

    καὶ ἐξῆλθεν εἰς ἀπάντησιν

    Βελεισα (Βενεσα U+05D0* -λεισα U+05D0c.a Βελισα Q Βααλις Qmg) βασιλευς υιων Αμμων] βασιλευς ιων Αμμων Βελισα A Ισμαηλ] + υιον Ναθανιου Qmᵍ ψυχην σου Q αυτοις] αυτω U+05D0 15 Ιωαναν (Ανναν U+05D0* Ιωαναν U+05D0c.a Ιωανναν A) ειπεν] ειπεν Ιωαννας Q κρυφαιως] incep εκρ U+05D0* εν] εις A | πορευομαι U+05D0 | παξω Q* (παι. Qᵃ) μηδεις A μη] + ποτε AQ διασπαρη πας Ιουδα (Ιουδας Bᵇ(fort)U+05D0c.aQ)] διασπαρησονται παντες οι Ιουδαιοι A οι συνηγμ.] om οι U+05D0* (superscr U+05D0c.a) συν| ηγμενοι U+05D0* συ| νηγμ. B? καταλοιποι (-πα U+05D0* -ποι Bᵃᵇ)] επιλοιποι Q 16 Ιωανναν U+05D0AQ πραγμα] ρημα Q | υπερ] περι U+05D0Qa κατα A Ισμαηλ] pr του A XLVIII 1 Ναθανιου] incep Ναθαλ U+05D0 | υιου] υιος U+05D0* Ελασα] Ελεσα U+05D0 Ελεασα Q δεκα] δωδεκα U+05D0 | Γοδολιαν (Γολιαν U+05D0*) + υιον Αχικαμ Qᵐᵍ Μασσηφαθ Qᵐᵍ αρτον εκει U+05D0 | αμα] + εις Μασσηφαθ Qᵐᵍ 2 Ισμαηλ] + υιος Ναθανιου Qmg | δεκα] δωδεκα U+05D0 | ανδες U+05D0* μετ] incep μεμ U+05D0* επαταξεν Q Γοδολιαν Γολιαν U+05D0*)] + υιον Α χικαμ υιου Σαηφαν εν ρομφαια κ απεκτειναν αυτο| Qmg | βασι- λευς] pr ο AQ 3 Ιουδεους U+05D0 | εν] εις Bfort (in ν ras aliq B?) A Χαλδεους U+05D0 | εκει] + τους ανδρας του πολεμου επαταξεν Ισμαηλ Qmg 4 παταξαντος] παισαντος Qmg αυτου] εκει του Ισμαηλ Qmg 5 ηλθοσαν] ηλθον Q (-θοσαν Qmg) om και 2⁰ Q Σαλωμ A Σαμαρειας BᵇAQ | ογδοη- κοντα] π΄ U+05D0 | διερρηγμενοι] διερρηχοτες AQ om τα ιματια και κοπτομενοι U+05D0* (hab U+05D0c.a ᵐᵍ) μανναα Q α΄ δωρα σ΄ ουσια Qmg χερσιν] χειρι U+05D0 pr ταις AQ εισενεγκαι AQ εις οικον] εν τω οικω U+05D0

    αὐτοῖς Ἰσμαήλ, αὐτοὶ ἐπορεύοντο καὶ ἔκλαιον, καὶ εἶπεν αὐτοῖς Εἰσέλθετε πρὸς Γοδολίαν.

    καὶ ἐγένετο εἰσελθόντων αὐτῶν εἰς τὸ μέσον τῆς πόλεως ἔσφαξεν αὐτοὺς εἰς τὸ φρέαρ.

    καὶ δέκα ἄνδρες εὑρέθησαν ἐκεῖ καὶ εἶπαν τῷ Ἰσμαήλ Μὴ ἀνέλῃς ἡμᾶς, ὅτι εἰσὶν ἡμῖν θησαυροὶ ἐν ἀγρῷ, πυροὶ καὶ κριθαί, μέλι καὶ ἔλαιον· καὶ παρῆλθεν καὶ οὐκ ἀνεῖλεν αὐτοὺς ἐν μέσῳ τῶν ἀδελφῶν αὐτῶν.

    καὶ τὸ φρέαρ εἰς ὁ ἔριψεν ἐκεῖ Ἰσμαὴλ πάντας οὓς ἐπάταξεν, φρέαρ μέγα τοῦτό ἐστιν ὃ ἐποίησεν ὁ βασιλεὺς Ἀσὰ ἀπὸ προσώπου Βαασὰ βασιλέως Ἰσραὴλ· τοῦτο ἐνέπλησεν Ἰσμαὴλ τραυματιῶν.

    καὶ ἀπέστρεψεν Ἰσμαὴλ πάντα τὸν λαὸν τὸν καταλειφθέντα εἰς Μασσηφὰ καὶ τὰς θυγατέρας τοῦ βασιλέως, ἃς παρεκατέθετο ὁ ἀρχιμάγειρος τῷ Γοδολίᾳ υἱῷ Ἀχεικάμ, καὶ ᾤχετο εἰς τὸ πέραν υἱῶν Ἀμμών.

    καὶ ἤκουσεν Ἰωανὰν υἱὸς Καρῆε καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεαως οἱ μετʼ αὐτοῦ πάντα τὰ κακὰ ἃ ἐποίησεν Ἰσμαήλ,

    καὶ ἤγαγον ἅπαν τὸ στρατόπεδον αὐτῶν καὶ ᾤχοντο πολεμεῖν αὐτόν, καὶ εὗρον αὐτὸν ἐπὶ ὕδατος πολλοῦ ἐν Γαβαών,

    καὶ ἐγένετο ὅτε εἶδεν πᾶς ὁ λαὸς ὁ μετὰ Ἰσμαὴλ τὸν Ἰωανὰν καὶ τοὺς ἡγεμόνας τῆς δυνάμεως τῆς μετʼ αὐτοῦ,

    καὶ ἀνέστρεψαν πρὸς Ἰωανάν.

    καὶ᾿ Ἰσμαὴλ ἐσώθη σὺν ὀκτὼ ἀνθρώποις. καὶ ᾤχετο πρὸς τοὺς υἱοὺς Ἀμμών.

    καὶ ἔλαβεν Ἰωανὰν καὶ πάντες οἱ ἡγεμόνες τῆς δυνάμεως οἱ μετʼ αὐτοῦ πάντας τοὺς καταλοίπους τοῦ λαοῦ οὓς ἀπέστρεψεν ἀπὸ Ἰσμαήλ, δυνατοὺς ἄνδρας

    ἐν πολέμῳ, καὶ τὰς γυναῖκας καὶ τὰ λοιπὰ καὶ τοὺς εὐνούχους οὓς ἀπέστρεψεν ἀπὸ Γαβαών,

    καὶ ᾤχοντο καὶ ἐκάθισαν ἐν Γαβηρωχαμάα τὴν πρὸς Βηθλέεμ, τοῦ πορευθῆναι εἰς Αἵγυπτον

    ἀπὸ προσώπου τῶν Χαλδαίων, ὅτι ἐφοβήθησαν ἀπὸ προσώπου αὐτῶν· ὅτι ἐπάταξεν Ἰσμαὴλ τὸν Γοδολίαν, ὃν κατέστησεν βασιλεὺς Βαβυλῶνος ἐν τῇ γῇ.