Chapter 5
Hellenistic Old Testament Greekἐπικάλεσαι δέ, εἴ τίς σοι ὑπακούσεται,
ἢ εἲ τινα ἀγγέλων ἁγίων ὄψῃ.
καὶ γὰρ ἄφρονα ἀναιρεῖ ὀργή.
πεπλανημένον δὲ θανατοῖ ζῆλος.
ἐγὼ δὲ ἑώρακα ἄφρονας ῥίζαν βάλλοντας.
ἀλλ᾿ εὐθέως ἐβρώθη αὐτῶν ἡ δίαιτα.
πόρρω γένοιντο οἱ υἱοὶ αὐτῶν ἀπὸ σωτηρίας,
κολαβρισθείησαν δὲ ἐπὶ θύραις ἡσσόνων, καὶ οὐκ ἔσται ὁ
ἐξαιρούμενος.
ἃ γὰρ ἐκεῖνοι συνήγαγον, δίκαιωρι ἔδονται,
αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαίρετοι ἔσσυται·
ἐκσιφωνισθείη αὐτῶν ἡ ἰσχύς.
οὐ γὰρ μὴ ἐξέλθῃ ἐκ τῆς γῆς κόπος,
οὐδὲ ἐξ ὀρέων ἀναβλαστήσει πόνος·
ἀλλὰ ἄνθρωπος γεννᾶται κόπῳ,
νεοσσοὶ δὲ γυπὸς τὰ ὑψηλὰ πέτονται.
οὐ μὴν δὲ ἀλλὰ ἐγὼ δεηθήσομαι Κυρίου,
Κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσομαι,
τὸν ποιοῦντα μεγάλα καὶ ἀυεξιχνίὼμσπα,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀρθμός·
τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν,
ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπʼ οὐρανόν·
τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος,
καὶ ἀπολωλότας ἐξεγείροντα·
διαλλάσσοντα βουλὰς πανούργων,
καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές.
ὁ καταλαμβάνων σοφοὺς ἐν τῇ φρονήσει.
βουλὴν δὲ πολυπλόκων ἐξέστησεν·
ἡμέρας συναντήσεται αὐτοῖς σκότος,
τὸ δέ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί
ἀπόλοιντο δὲ ἐν πολέμῳ,
ἀδύνατος δὲ ἐξέλθοι ἐκ χειρὸς δυνάστου·
εἴη δὲ ἀδυνάτῳ ἐλπίς,
ἀδίκου δὲ στόμα ἐμφραχθείη.
μακάριος δὲ ἄνθρωπος ὃν ἤλεγξεν ὁ κύριος·
νουθέτημα δέ Παντοκράτορος μὴ ἀπαναίνου.
αὐτὸς γὰρ ἀλγεῖν ποιεῖ καὶ πάλιν ἀποκαθίστησιν·
ἔπαισεν, καὶ αἱ χεῖρες αὐτοῦ ἰάσαντο.
ἑξάκις ἐξ ἀναγκῶν σε ἐξελεῖται,
ἐν δὲ τῷ ἑβδόμῳ οὐ μὴ ἅψηταί σου κακόν.
ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου,
ἐν πολέμῳ δέ ἐκ χειρὸς σιδήρου λύσει σε.
ἀπὸ μάστιγος γλώσσης σε κρύψει,
καὶ οὐ μὴ φοβηθῇς ἀπὸ κακῶν ἐρχομένων.
ἀοίκων καὶ ἀνόμων καταγελάσῃ,
ἀπὸ δὲ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς·
θῆρες γὰρ ἄγριοι εἰρηνεύσουσίν σοι.
εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος,
ἡ δὲ δίαιτα τῆς σκηνῆς σου οὐ μὴ ἁμάρτῃ.
ουλας A | πολυπλοκων] πολυτροπων U+05D0* (-πλοκων U+05D0c.a) 14 ημερας] εν ρα A | αυτοις συναντησεται A | σκοτος sup ras B¹fort | ψηλαφησια) A δυναστου] υ 2⁰ sup ras U+05D0¹ 16 ειη δε] και ειη A | αδικου δε] και αδικου ενφραχθιη U+05D0 17 ο κυριος] + επι της γης U+05D0c.a α (postea ras) A 18 εποι- ν] παταξει A | ιασαντο] ιασονται A 19 εξελειται σε A | ου μη σου ηται U+05D0 ουχ αψε εται σου A 20 εν πολεμω δε] και εν πολ. A | λυσει] σεται A 21 κρυψει σε A | ου μη φοβηθης] ου φοβηθηση A | ερχομενων] ερχομενων U+05D0 +και ου φοβηθησῃ απο ταλαιπωριας] οτι ελευσεται ταλαι- ρια A 22 αγριων] +της γης A | ου μη φοβηθης] ου φοβηθησῃ A ιρηνευσουσι U+05D0 | σοι] +οτι μετα των λιθων του αγρου η διαθηκη σου και τα ρια του αγρου ειρηνευσει σοι και γνωση οτι εν ειρηνη το σπερμα θου| και ισκοπη της ευπρεπιας σου και ου μη αμαρτης (asteriscis adscribtis Aᵃ?ᵐᵍ) A ειτα] pr asterisc Aᵃ?ᵐᵍ
γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου,
πὰ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ παμβότανον τοῦ ἀγροῦ.
ἐλεύσῃ δὲ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος,
ἣ ὥσπερ θιμονιὰ ἄλωνος καθʼ ὥραν συνκομισθεῖσα.
ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν,
ταῦτά ἐστιν ἃ ἀκηκόαμεν·
§σὺ δὲ γνῶθι σεαυτῷ εἵ τι ἔπραξας.