Chapter 27
Hellenistic Old Testament GreekἜτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προομίῳ
Ζῇ ὁ θεὸς ὃς οὕτω με κέκρικεν,
καὶ ὁ παντοκράτωρ ὁ πικράνας μου τὴν ψυχήν,
εἰ μὴν ἔτι τῆς πνοῆς μου ἐνούσης,
πνεῦμα δὲ θεῖον τὸ περιόν μοι ἐν ῥινί,
οθησονται U+05D0* | τῶν γειτονων] om των A τ. γ. evan in C 6 τη απωλεια -λια U+05D0c.ᵃA απολ... C)] της πτωχιας U+05D0* τη πτωχια U+05D0¹ 7 βορεα BA | ρεμαζων] κρεμνων A | ουδενος] μηδενος C 8 υποκατωθεν A 9 om κρατων προσ. θρονου U+05D0* (hab U+05D0c.c nisf fam antea) | εκπεταζων] σκεπων A 10 συντελιας U+05D0C 11 επετασθησαν] επεσταθησαν A 12 σχυι] + μεν A | εστρωται] εστρωσαι U+05D0c.ᵃ (postea restit -ται) εστρωσεν AC (-σε) 13 δε °] τε A | εθανατωσε U+05D0 14 οδου] λογου U+05D0* (οδ. U+05D0c.ᵃ) | σθενος] adnot υναμις· ισχυς Bᵃ ᵐᵍ | οποτε] ποτε U+05D0* (οπ. U+05D0c.c) XXVII 1 τω προοιμιω |ιπεν A 2 ο θς] ο κς U+05D0* F U+05D0c.cAC | ουτως A | κεκρινεν C | πικρα- ας] πικρωσας A 3 ει] η U+05D0C | ετι] ειτι C* | ενουσης] + εν εμοι A | το τεριον μοι] ετι περιον A | εν ρινι] εν ρισιν U+05D0c.ᵃ C εν ρημασιν μου (sup ras et n ᵐg) Aa
μὴ λαλήσειν τὰ χείλη μου ἄνομα,
οὐδὲ ἡ ψυχή μου μελετήσει ἄδικα.
μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω,
οὐ γὰρ ἀπαλλάξω μου τὴν ἀκακίαν·
δικαιοσύνῃ δέ προσέχων οὐ μὴ προῶμα,
οὐ γὰρ σύνοιδα ἐμαυπῷ ἄτοπα πράξας.
οὐ μὴν δὲ ἀλλὰ εἴησαν οἱ ἐχθροί μου ὥσπερ ἡ καταστροφὴ
τῶν ἀσεβῶν,
καὶ οἱ ἐπʼ ἐμὲ ἐπανιστανόμενοι ὥσπερ ἡ ἀπώλεια τῶν
παρανόμων.
καὶ τίς γάρ ἐστιν ἐλπὶς ἀσεβεῖ ὅτι ἐπέχεις;
πεποιθὼς ἐπὶ κύριον ἆρα σωθήσεται;
ἢ τὴν δέησιν αὐτοῦ εἰσακούσεται ὁ θεός;
ἢ ἐπελθούσης αὐτῷ ἀνάγκης
μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ;
ἢ ὡς ἐπικαλεσαμένου αὐτοῦ εἰσακούσεται αὐτοῦ;
ἀλλὰ δὴ ἀναγγελῶ ὑμῖν τί ἐστιν ἐν χειρὶ Κυρίου,
ἅ ἐστιν παρὰ Παντοκράτορι οὐ ψεύσομαι.
ἰδοὺ πάντες οἴδατε ὅτι κενὰ κενοῖς ἐπιβάλλετε.
αὕτη ἡ μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου,
κτῆμα δέ δυναστῶν ἐλεύσεται παρὰ Παντοκράτορος ἐπʼ αὐτούς.
ἐὸν δὲ πολλοὶ γένωνται οἱ υἱοὶ αὐτῶν, εἰς σφαγὴν ἔσονται·
ἐὰν δὲ καὶ ἀνδρωθῶσιν, προσαιτήσουσιν·
χήρας δὲ αὐτῶν οὐθεὶς ἐλεήσει.
ἐὰν συναγάγῃ ὥσπερ γῆν ἀργύριον,
ἴσα δὲ πηλῷ ἑτοιμάσῃ χρυσίον,
ταῦτα πάντα δίκαιοι περιποιήσονται,
τὰ δέ χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν.
ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὅσπερ σῆτες καὶ ὅσπερ ἀράχνη.
πλούσιος κοιμηθεὶς καὶ οὐ προσθήσει,
ὀφθαλμοὺς αὐτοῦ διήνοιξεν καὶ οὐκ ἔστιν.
συνήντησαν αὐτῷ ὥσπερ ὕδωρ αἱ ὀδύναι,
νυκτὶ δὲ ὑφείλατο αὐτὸν γνόφος·
ἀναλήμψεται δὲ αὐτὸν καύσων καὶ ἀπελεύσεται.
καὶ λικμήσει αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.
καὶ ἐπιρίψει αὐτὸν καὶ οὐ φείσεται·
ἐκ χειρὸς αὐτοῦ φυγῇ φεύξεται
κροτήσει ἐπʼ αὐτοῦ χεῖρας αὐτῶν,
καὶ συριεῖ αὐτὸν ἐκ τοῦ τόπου αὐτοῦ.