Chapter 29
Hellenistic Old Testament GreekἜτι δὲ προσθεὶς Ἰὼβ εἶπεν τῷ προοιμίῳ
Τίς ἄν με θείη κατὰ μῆνα ἔμπροσθεν ἡμερῶν ὧν με ὁ θεὸς
ἐφύλαξεν;
ὡς ὅτε ηὔγει ὁ λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου,
ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει·
ὅτε ἤμην ἐπιβρίθων ὁδούς,
ὅτε ὁ θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου·
ὅτε ἤμην ὑλώδης λίαν, κύκλῳ δέ μου οἱ παῖδες·
ὅτε ἐχέοντο αἱ ὁδοί μου βουτύρῳ,
κρυβη] pr ουκ A 22 απωλια U+05D0A | ειπαν] ειπεν AC | om δε U+05D0c.ᵃ (postea restit) A 23 θεος] κς U+05D0c.ᵃ, c.c AC | δε] γαρ A 24 υπ] επ C | ιδως A | παντα] + α U+05D0A 25 εποιησεν] + εποιησεν δε| C* (ras επ. δε Cavid) | ανε- των] pr εποιησεν δε AC | υδατος] + τε U+05D0c.ᵃ C και υδατων A 26 οτε ποιησεν c seqq coniung A | οτε] α C* om Cᵃ | φωνας] φωνης Cavid 27 ειδεν] ιδων ACᵃ (ιδεν C* fort) | om και C | αυτη] αυτην 8AC 28 θεο- τεβια U+05D0AC | επεχεσθαι C XXIX 1 ετι δε...προοιμιω] προσθεις δε ετι τω τροοιμ. Ι. λεγει A evan in C 2 κατα μηνα] pr μηνα A | εμπροσθεν] pr ημερων των A | με ο θεος εφυλαξεν] ο θς εφυλαττεν με A 3 ο λυχνος] om ο A | τω φωτι] pr εν A 4 επιβριθων] επιτριβων U+05D0* (επιβριθ. U+05D0c.ᵃ) | δους] οδοις U+05D0c.ᵃAC | θεος) κς U+05D0c.ᵃ AC 6 μου αι οδοι U+05D0AC | βου- τυρων C
τὰ δὲ ὄρη μου ἐχέοντο γάλακτι·
ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει,
ἐν δὲ πλατείαις ἐτίθετό μου ὁ δίφρος.
ἰδόντες με νεανίσκοι ἐκρύβησαν,
πρεσβῦται δὲ πάντες ἔστησαν·
ἁδροὶ δὲ ἐπαύσαντο λαλοῦντες, δάκτυλον ἐπιθέντες ἐπὶ
στόματι.
οἱ δὲ ἀκούσαντες ἐμακάρισάν με,
καὶ γλῶσσα αὐτῶν τῷ λάρυγγι αὐτῶν ἐκολλήθη·
ὅτὶ οὗς ἤκουσεν καὶ ἐμακάρισέν με,
ὀφθαλμὸς δὲ ἰδών με ἐξέκλινεν.
διέσωσα γὰρ πτωχὸν ἐκ χειρὸς δυνάστου,
καὶ ὀρφανῷ ᾧ οὐκ ἦν βοηθὸς ἐβοήθησα·
εὐλογία ἀπολλυμένου ἐπʼ ἐμὲ ἔλθοι,
στόμα δέ χήρας με εὐλόγησεν.
δικαιοσύνην δὲ ἐνδεδύκειν,
ἠμφιασάμην δὲ κρίμα ἴσα διπλοίδι
ὀφθαλμὸς ἤμην τυφλῶν,
ποὺς δὲ χωλῶν.
ἐγὼ ἤμην πατὴρ ἀδυνάτων,
δίκην δὲ ἣν οὐκ ᾔδειν ἐξιχνίασα·
συνέτριψα δὲ μύλας ἀδίκων·
ἐκ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα.
εἶπα δέ Ἡ ἡλικία μου γηράσει·
ὥσπερ στέλεχος φοίνικος, πολὺν χρόνον βιώσω·
ἡ ῥίζα διήνοικται ἐπὶ ὑδατος,
καὶ δρόσος αὐλισθήσεται ἐν τῷ θερισμῷ μου·
ἡ δόξα μου καινὴ μετʼ ἐμοῦ,
καὶ τὸ τόξον μου ἐν χειρὶ αὐτοῦ πορεύεται.
ἐμοῦ ἀκούσαντες προσέσχον,
ἐσιώπησαν δὲ ἐπὶ τῆ ἐμῇ βουλῆ·
ἐπὶ τῷ ἐμῷ ῥήματι οὐ προσέθεντο,
περιχαρεῖς δὲ ἐγίνοντο ὁπόταν αὐτοῖς ἐλάλουν·
ὥσπερ γῆ διψῶσα προσδεχομένη τὸν ὑετόν, οὕτως οὗτοι τὴν
ἐμὴν λαλιάν.
ἐὰν γελάσω πρὸς αὐτούς, οὐ μὴ πιστεύσωσιν·
καὶ φῶς τοῦ προσώπου μου οὐκ ἀπέπιπτεν.
ἐξελεξάμην ὁδὸν αὐτῶν καὶ ἐκάθισα ἄρχων.
καὶ κατεσκήνουν ὡσεὶ βασιλεὺς ἐν μονοζώνοις, ὃν τρόπον
παθεινοὺς παρακαλῶν.