Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Job

    Chapter 31

    Old Testament

    διαθήκην ἐθέμην τοῖς ὀφθαλμοῖς μου,

    καὶ οὐ συνήσω ἐπὶ παρθένον.

    καὶ ἔτι ἐμέρισεν ὁ θεὸς ἄνωθεν,

    καὶ κληρονομία ἱκανοῦ ἐξ ὑψίστων.

    οὐαί, ἀπώλεια τῷ ἀδίκῳ, καὶ ἀπαλλοτρίωσις τοῖς ποιοῦσιν

    ἀνομίαν.

    οὐχὶ αὐτὸς ὄψεται ὁδόν μου,

    καὶ πάντα τὰ διαβήματά μου ἐξαριθμηθήσεται;

    ν. U+05D0¹) 24 δεηθεις] δεηθηναι A | om γε U+05D0* (hab U+05D0c.ᵃ) A 25 εστεναξα ε] και εστεν. A | αναγκη A 26 εγω δε επεχων] εγω δε επεσχον U+05D0c.ᵃ mox restit επεχ.) και επιχον εγω A | αγαθοις] pr εν A | ιδου] pr και A | υνηντησεν A 27 προεφθασεν] + δε A | πτωχειας Bᵃᵇ 29 εταιρος] τερος U+05D0 30 om δε 1° U+05D0 | εσκοτωται] μεμελανωται A | καυματος] + συνε- ρυγησαν U+05D0c.c + συνεφρηγη A 31 om δε 1° A | παθος] πενθος A | κιθαρα μου A XXXI 1 οφθαλμοις] αδελφοις U+05D0* (οφθ. U+05D0c.c) | παρθενων A 2 om ετι U+05D0A | εμερισεν] διεμερισεν U+05D0* τι εμερ. U+05D0c.ᵃ ετι εμερ. U+05D0c.c πεμερισεν A | ανωθεν] απανωθεν U+05D0c.ᵃ | εξ υψιστων BU+05D0c.ᵃ] εν υψιστω U+05D0* εξ ψιστου A 3 ουαι] + και A | απωλια U+05D0A | απαλλοτριωσεις A 4 εξα- θμησεται Bᵇ

    εἰ δὲ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν,

    εἰ δὲ καὶ ἐσπούδασεν ὁ πούς μου εἰς δόλον·

    §6ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ,

    οἶδεν δὲ ὁ κύριος τὴν ἀκακίαν μου·

    εἰ ἐξέκλινεν ὁ πούς μου ἐκ τῆς ὁδοῦ,

    εἰ δὲ καὶ τῷ ὀφθαλμῷ ἐπηκολούθησεν ἡ καρδία μου,

    εἰ δὲ καὶ ταῖς χερσίν μου ἡψάμην δώρων·

    σπείραιμι ἄρα καὶ ἄλλοι φάγοισαν.

    ἄριζος δὲ γενοίμην ἐπὶ γῆς.

    εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου,

    εἰ καὶ ἐνκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς·

    ἀρέσαι ἄρα καὶ ἡ γυνὴ μου ἐτέρῳ.

    τὰ δὲ νήπιά μου ταπεινωθείη.

    θυμὸς γὰρ ὀργῆς ἀκατάσχετος, τὸ μιᾶναι ἀνδρὸς γυναῖκα·

    πῦρ γάρ ἐστιν καιόμενον ἐπὶ πάντων τῶν μερῶν·

    οὗ δ᾿ ἂν ἐπέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν.

    εἰ δὲ καὶ ἐφαύλισα κρίμα θεράποντός μου ἢ θεραπαίνης, κρινομένων

    αὐτῶν πρὸς μέ·

    τί γὰρ ποιήσω ἐὰν ἔτασίν μου ποιῆται ὁ κύριρς;

    ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι;

    πότερον οὐχ ὡς καὶ ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι

    γεγόνασιν;

    γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ.

    ἀδύνατοι δέ χρείαν ἥν ποτʼ εἶχον οὐκ ἀπέτυχον.

    χήρας δὲ τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα

    εἰ δὲ καὶ τὸν ψωμόν μου ἔφαγον μόνος, καὶ οὐχὶ ἀρφανῷ

    μετέδωκα·

    ὅτι ἐκ νεότητός μου ἐξέτρεφον ὡς πατήρ,

    καὶ ἐκ γαστρὸς μητρός μου ὡδήγησα·

    εἰ δὲ καὶ ὑπερεῖδον γυμνὸν ἀπολλύμενον καὶ οὐκ ἠμφίασα αὐτόν·

    ἀδύνατοι δὲ εἰ μὴ εὐλόγησάν με,

    ἀπὸ δὲ κουρᾶς ἀμνῶν μου ἐθερμάνθησαν οἱ ὔμοι αὐτῶν·

    εἰ ἐπῆρα ὀρφανῷ χεῖρα, πεποιθὼς ὅτι πολλή μοι βοήθεια

    περίεστιν,

    ἀποσταίη ἄρα ὁ ὦμός μου ἀπὸ τῆς κλειδός,

    ὁ δὲ βραχίων μου ἀπὸ τοῦ ἀγκῶνος συντριβείη.

    φόβος γὰρ συνέσχεν με,

    καὶ ἀπὸ τοῦ λήμματος αὐτοῦ οὐχ ὑποίσω.

    εἰ ἔταξα χρυσίον εἰς χοῦν μου,

    εἰ δὲ καὶ λίθῳ πολυτελεῖ ἐπεποίθησα,

    εἰ δὲ καὶ εὐφράνθην πολλοῦ πλούτου μου γενομένου,

    εἰ δὲ καὶ ἐπʼ ἀναριθμήτοις ἐθέμην χεῖρά μου·

    ἢ οὐχ ὁρῶμεν ἥλιον τὸν ἐπιφαύσκοντα ἐκλείποντα,

    σελήνην δὲ φθίνουσαν; οὐ γὰρ ἐπʼ αὐτοῖς ἐστιν·

    καὶ εἰ ἠπατήθη λάθρα ἡ καρδία μου,

    εἰ δέ χεῖρά μου ἐπιθεὶς ἐπὶ στόματί μου ἐφίλησα·

    καὶ τοῦτό μοι ἄρα ἀνομία ἡ μεγίστη λογισθείη,

    ὅτι ἐψευσάμην ἐναντίον Κυρίου τοῦ ὑψίστου.

    εἰ δὲ καὶ ἐπιχαρὴς ἐγενόμην πτώματι ἐχθρῶν μου,

    καὶ εἶπεν ἡ καρδία μου Εὖγε·

    ἀκούσαι ἄρα τὸ οὗς μου τὴν κατάραν μου,

    θρυληθείην δὲ ἄρα ὑπὸ λαοῦ μου κακούμενος.

    εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου Τίς ἂν δῴη ἡμῖν

    τῶν σαρκῶν αὐτοῦ πλησθῆναι;

    λίαν μου χρηστοῦ ὄντος·

    ἔξω δὲ οὐκ ηὐλίζετο ξένος,

    ἡ δὲ θύρα μου παντὶ ἐλθόντι ἀνέῳκτο·

    αρνων A 21 ει] + δε και A | μοι πολλη U+05D0C | περιεστιν] παρεστιν U+05D0A 22 μου 1°] σου U+05D0* (μου U+05D0c.a c.c) | απο της κλ. ο ωμ. μου A | αγκωνος] + μου AC 23 γαρ] + κυ U+05D0AC | συνεσχεν] συνειχεν A | απο] pr και AC | υποισω] οιποισω U+05D0A (in C σω tantum superest) + δολον U+05D0* (improb δ U+05D0c.ᵃ) 25 ευφρανθη U+05D0* (-θην U+05D0c.ᵃ) ηυφρανθην C | γενομενου μου A | μου 1°] μοι U+05D0 om μου C | ει δε και (2°)] και ει A 26 εκλειποντα] εκλιποντα U+05D0 pr και U+05D0* (om και U+05D0 iam ante c.a) A | φθινυθουσαν U+05D0* (φθινουσαν U+05D0?) 27 ει δε] + και U+05D0AC 28 om αρα U+05D0 | ανομια] pr η U+05D0* (om U+05D0c.ᵃ) | η μεγιστη λογισθειη] λογισθειη με- γαλη A | εναντιον] εναντι U+05D0AC 29 ει δε και] και ει δε C | επιχαρις U+05D0* (-ρης U+05D0c.ᵃ) | πτωματι] pr επι U+05D0A | εχθρων] εχθρου A | ειπεν η καρδια] ει ειπον τη κ. A | ευγε] + ευγε AC 30 θρυλληθειην C | om αρα 2° A | om μου 3° A 31 εμπλησθηναι A 32 ευλιζετο A | η δε θυρα] και η θ. A | ανεωκτο] ηνεωκτο U+05D0A διηνεωκτο C

    εἰ δὲ καὶ ἁμαρτὼν ἀκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου,

    οὐ γὰρ διετράπην πολυοχλίαν πλήθους τοῦ μὴ ἐξαγορεῦσαι

    ἐνώπιον αὐτῶν·

    εἰ δὲ καὶ εἴασα ἀδύνατον ἐξελθεῖν θύραν μου κόλπῳ κενῷ·

    τίς δῴη ἀκούοντά μου;

    χεῖρα δὲ Κυρίου εἰ μὴ ἐδεδοίκειν,

    συγγραφὴν δὲ ἣν εἶχον κατά τινος

    ἐπ᾿ ὤμοις ἂν περιθέμενος

    στέφανον ἀνεγίνωσκον,

    καὶ εἰ μὴ ῥήξας αὐτὴν ἀπέδανκα,

    οὐθὲν λαβὼν παρὰ χρεοφιλέτου·

    εἰ ἐπʼ ἐμοί ποτε ἡ γῆ ἐστέναξεν,

    εἰ δὲ καὶ οἱ αὔλακες αὐτῆς ἔκλαυσαν ὁμοθυμαδόν·

    εἰ δὲ καὶ τὴν ἰσχὺν αὐτῆς ἔφαγον μόνος ἄνευ τιμῆς,

    εἰ δὲ καὶ ψυχὴν κυρίου τῆς γῆς ἐκλαβὼν ἐλύπησα·

    ἀντὶ πυροῦ ἄρα ἐξέλθοι μοι κνίδη,

    ἀντὶ δὲ κριθῆς βάτος.