Chapter 33
Hellenistic Old Testament Greekοὐ μὴν δὲ ἀλλὰ ἄκουσον, Ἰὼβ, τὰ ῥήματά μου.
καὶ λαλιὰν ἐνωτίζου μου·
ἰδοὺ γὰρ ἤνοξα τὸ στόμα μου,
καὶ ἐλάλησεν ἡ γλῶσσά μου.
καθαρά μου ἡ καρδία ῥήμασιν,
σύνεσις δέ χειλέων μου καθαρὰ νοήσει.
πνεῦμα θεῖον τὸ ποιῆσάν με,
πνοὴ δὲ αντοκράτορος ἡ διδάσκουσά με.
ἐὸ δός μοι ἀπόκρισιν πρὸς ταῦτα·
ὑπόμεινον, στῆθι κατʼ ἐμέ καὶ ἐγὼ κατὰ σέ.
ἐκ πηλοῦ διήρτισαι σὺ ὡς καὶ ἐγώ·
ἐκ τοῦ αὐτοῦ διηρτίσμεθα.
οὐχ ὁ φόβος μού σε στροβήσει,
οὐδὲ ἡ χείρ μου βαρεῖα ἔσται ἐπὶ σοί.
χλὴν εἶπας ἐν ὠσίν μου,
φωνὴν ῥημάτων ἀκήκοα
διότι λέγεις Καθαρός εἰμι, οὐχ ἁμαρτών·
ἄμεμπτός εἰμι, οὐ γὰρ ἠνόμησα.
μέμψιν δὲ κατʼ ἐμοῦ εὖρεν,
ἥγηται δέ με ὥσπερ ὑπεναντίον·
ἔθετο δὲ ἐν ξύλῳ τὸν πόδα μου.
ἐφύλαξεν δέ μου πάσας τὰς ὁδούς.
πῶς γὰρ λέγεις Δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέν μου
αἰώνιος γάρ ἐστιν ὁ ἐπάνω βροτῶν.
λέγεις δέ Διὰ τί τῆς δίκης μου οὐκ ἐπακήκοέν μου πᾶν ῥῆμα
ἐν γὰρ τῷ ἅπαξ λαλήσαι ὁ κύριος.
ἐν δὲ τῷ δευτέρῳ·
ἐνύπνιον, ἤ ἐν μελέτῃ νυκτερινῇ.
ὡς ὅταν ἐπιπίπτῃ δεινὸς φόβος ἐπʼ ἀνθρώπους, ἐπὶ νυσταγμάτων
ἐπὶ κοίτης·
τότε ἀνακαλύπτει νοῦν ἀνθρώπων,
ἐν εἴδεσιν φόβου τοιούτοις αὐτοὺς ἐξεφόβησεν.
ἀποστρέψαι ἄνθρωπον ἀπὸ ἀδικίας·
τὸ δὲ σῶμα αὐτοῦ ἀπὸ πτώματος ἐρρύσατο.
ἐφείσατο δὲ τῆς ψυχῆς αὐτοῦ ἀπὸ θανάτου,
καὶ μὴ πεσεῖν αὐτὸν ἐν πολεμῇ.
πάλιν δὲ ἤλεγξεν αὐτὸν ἐπὶ μαλακίᾳ ἐπὶ κοίτης.
καὶ πλῆθος ὀστῶν αὐτοῦ ἐνάρκησεν·
πᾶν δὲ βρωτὸν σίτου οὐ μὴ δύνηται προσδέξασθαι,
καὶ ἡ ψυχὴ αὐτοῦ βρῶσιν ἐπιθυμήσει·
ἕως ἂν σαπῶσιν αὐτοῦ αἱ σάρκες, καὶ ἀποδείξῃ τὰ ὀστᾶ αὐτοῦ
κενά.
ἤγγισεν δὲ εἰς θάνατον ἡ ψυχὴ αὐτοῦ,
ἥδε ἡ ςωὴ αὐταῦ ν ᾅδῃ·
ε] και ηγ. A | υπεναντιον] επεναντιον C 11 εν ξυλω τον ποδα μου] τον ποδα μου εν κυκλωματι A μου τον ποδα εν ξ. C | εφυλαξεν δε] και εφυ- αξεν A | μου πασας τας οδους] τας οδ. μ. πασας C 12 αιωνος C* (αιωνιος Cᵃ) | εστιν] pr ο U+05D0* (improb ο U+05D01(ᵛⁱᵈ) postea ras) 13 δε] γαρ A | om δια τι C | δικης] δικαιοσυνης U+05D0c.aAC | om μου 2⁰ U+05D0AC | παν ρημα] εν παντι ρη- ιατι A 15 η] ως φασμα A* (ras A?) | ως] pr η C | φοβος δεινος A υσταγματων] σταγματων C 16 ειδεσι C | αυτους εξεφοβησεν ΒU+05D0c.a] αυ- ρυς εξεφοβησαν Bᵃᵇ αυτου εξεφοβησαν U+05D0* εξεφοβησεν αυτους A 17 απο ιδικιας] εξ αδ. αυτου A εξ αδ. C | απο 2⁰] απ A? | πτωματος] pr αδικιας A ερυσατο U+05D0C 18 εφεισατο δε] και εφ. A | και] του U+05D0c.aA 19 επι 1⁰] εν U+05D0C om A | οστεων AC 20 βρωτον] βροτον C επιθυμει C 21 κενα] καινα U+05D0 22 ηγγισεν] εγγιση A | η ψυχη αυτου εις θανατον A αυτου η ψ. θ. C | ηδε η] ηδε] BᵇU+05D0AC | αδη] pr? τω A
ἐὰν ὢσιν χίλιοι ἄγγελοι θανατηφόροι, εἶς αὐτῶν οὐ μὴ τρώσῃ
αὐτόν.
ἐὰν νοήσῃ τῇ καρδίᾳ ἐπιστραφῆναι πρὸς Κύριρν,
ἀναγγείλῃ δὲ ἀνθρώπῳ τὴν ἑαυτοῦ μέμψιν,
τὴν δὲ ἄνοιαν αὐτοῦ δείξῃ,
ἀνθέξεται τοῦ μὴ πεσεῖν εἰς θάνατον·
ἀνανεώσει δὲ αὐτοῦ τὸ σῶμα ὥσπερ ἀλοιφὴν ἐπὶ τοίχου,
τὰ δὲ ὀστᾶ αὐτοῦ ἐμπλήσει μυελοῦ·
ἁπαλυνεῖ δὲ αὐτοῦ τὰς σάρκας ὥσπερ νηπίου,
ἀποκαταστήσει δὲ αὐτὸν ἀνδρωθέντα ἐν ἀνθρώποις.
εὐξάμενος δὲ πρὸς Κύριον, καὶ δεκτὰ αὐτῷ ἔσται,
εἰσελεύσεται δὲ προσώπῳ ἱλαρῷ σὺν ἐξηγορίᾳ·
ἀποδώσει δὲ ἀνθρώποις δικαιοσύνην.
εἶτα τότε ἀπομέμψεται ἄνθρωπος αὐτὸς ἑαυτῷ λέγων Οἶα
συνετέλουν;
καὶ οὐκ ἄξια ἤτασέν με ὧν ἥμαρτον.
σῶσον ψυχὴν μου τοῦ μὴ ἐλθεῖν εἰς διαφθοράν,
καὶ ἡ ζωή μου φῶς ὄψεται.
ἰδοὺ ταῦτα πάντα ἐργᾶται ὁ ἰσχυρὸς
ὁδοὺς τρεῖς μετὰ ἀνδρός·
ἀλλ’ ἐρὔσατο τὴν ψυχήν μου ἐκ θανάτου,
ἵνα ἡ ζωή μου ἐν φωτὶ αἰνῇ αὐτόν.
ἐνωτίζου, Ἰὼβ, καὶ ἄκουέ μου·
κώφευσον, καὶ ἐγώ εἰμι λαλήσω.
λάλησον, θέλω γὰρ δικαιωθῆναί σε.
εἰ μή, σὺ ἄκουσόν μου·
κώφευσον, καὶ διδάξω σε.