Chapter 36
Hellenistic Old Testament GreekΠροσθεὶς δὲ Ἐλιοῦς ἔτι λέγει
Μεῖνόν με μικρὸν ἔτι ἵνα διδάξω σε·
ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις.
ἀναλαβὼν τὴν ἐπιστήμην μου μακράν,
ἔργοις δέ μου δίκαια ἐρῶ ἐπʼ ἀληθεἰς
καὶ οὐκ ἄδικα
ῥήματα·
ἀδίκως συνίεις.
γίγνωσκε δὲ ὅτι ὁ κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον,
δυνατὸς ἰσχύι καρδίας
ἀσεβῆ οὐ μὴ ζωοποιήσει,
καὶ κρίμα πτωχῶν δώσει.
οὐκ ἀφελεῖ ἀπὸ δικαἰου ὀφθαλμοὺς αὐτοῦ,
καὶ μετὰ βασιλέων εἰς θρόνον
καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος, καὶ ὑψωθήσονται.
καὶ οἱ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις
πενίας·
καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν
καὶ τὰ παραπτώματα αὐτῶν, ὅτι ἰσχύσουσιν.
ἀλλὰ τοῦ δικαίου εἰσακούσεται·
καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας.
ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν,
συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς,
καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις.
ἀσεβεῖς δὲ οὐ διασώζει, παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς
τὸν κύριον,
καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν.
καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν·
οὐ βοήσονται, ὅτι ἔδησεν αὐτούς.
ἀποθάνοι τοίνυν ἐν νεότητι ἡ ψυχὴ αὐτῶν,
ἡ δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων,
ἀνθ᾿ ὧν ἔδλιψαν ἀσθενῆ καὶ ἀδύνατον·
κρίμα δὲ πρᾳέων ἐκθήσει.
καὶ προσεπιηπάτησέν σε ἐκ στόματος ἐχθροῦ
ἄβυσσος, κατάχυσις ὑποκάτω αὐτῆς,
καὶ κατέβη τράπεζά σου πλήρης πιότητος.
7 οφθαλμον A | βασιλεως U+05D0* (λεων U+05D0c.a α⁽ᵛiᵈ) | om και2⁰ U+05D0A | εις νικος και και εις ν. A | υψωθησεται A 8 συνσχεθησονται A | σχοινιοις] συχοινιοις U+05D0* (improb υ U+05D01 postea ras) σχοινιω U+05D0 c.a) α 9 ουτων 1⁰] αυτοις U+05D01 | om και τα παραπτ. ουτων U+05D0* (hab U+05D0 c.a) | οτι] οταν A | ισχυσωσιν A 10 om εξ U+05D0* (hab B ᵃ) | αδικιας] ακακιας U+05D0* (αδικ. U+05D0 c.a) 11 ευπρεπιαις U+05D0 12 αυτους ιδεναι A 13 εδεησεν U+05D0* (εδησεν U+05D0c.a) 14 αποθανη A | υπο] | pr ειη A 16 προσεπιηπατησεν ΒU+05D0*A] προσετι \ηπατησεν U+05D0c.a) | κατα- κεσεις Α
οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα.
θυμὸς δὲ ἐπʼ ἀσεβεῖς ἔσται,
δι ἀσέβειαν δώρων ὧν ἐδέχοντο ἐπʼ ἀδικίαις.
μή σε ἐκκλινάτω ἑκὼν ὁ νοῦς
δεήσεως ἐν ἀνάγκῃ ὄνταων ἀδυνάτων,
καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν.
μὴ ἐξελκύσῃς τὴν νύκτα,
τοῦ ἀναβῆναι λαοὺς ἀντʼ αὐτῶν·
ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄδικα·
ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας.
δοῦ ὁ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύι αὐτοῦ·
τίς γάρ ἐστιν κατʼ αὐτὸν δυνάστης;
τἰε δέ ἐστιν ὁ ἐτάζων αὐτοῦ τὰ ἔργας
ἡ τίς ὁ εἴπας Ἔπραξεν ἄδικα;
μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα
ὧν ρξαν ἄνδρες·
πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ,
ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί.
δοῦ ὁ ἰσχυρὸς πολύς, καὶ οὐ γνωσόμεθαἀριθμὸς
ἐτῶν αὐτοῦ καὶ ἀπέραντος.
ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ,
καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην·
ὄυήσονται παλαιώματα,
ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτῳ βροτῷ.
ᵃ ὥραν ἔθετο κτήνεσιν,
οἴδασιν δὲ κοίτης τάξιν.
ᵇἐπὶ ὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου ἡ διάνοια,
οὐδὲ διαλλάσσεταί σου ἡ καρδία ἀπὸ σώματος
καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης, ἰσότητα σκηνῆς αὐτοῦ,
ἰδοὸ ἐκτενεῖ ἐπʼ αὐτὸν ἡ ᾠδή,
καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν.
ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς,
δώσει τροφὴν τῷ ἀκούοντι.
ἐπὶ χειρῶν ἐκάλυψεν φῶς,
καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι·
ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ·
Κύριος κτῆσις καὶ περὶ ἀδικίας.