Chapter 41
Hellenistic Old Testament Greekοὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας
(²) οὐδὲ δέδοικας ὅτι ἡτοίμασταί μοι
τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς;
ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ;
εἰ πᾶσα ἡ ὑπʼ οὐρανὸν ἐμή ἐστιν,
οὐ σιωπήσομαι διʼ αὐτόν,
καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ.
τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεαος αὐτοῦ;
εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι;
πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει;
κύκλῳ ὀδόντων αὐτοῦ φόβος.
τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι,
σύνδεσμος αὐτοῦ ὥσπερ σμιρίτης λίθος·
εἰς τοῦ ἑνὸς κολλῶνται,
πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν·
ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται·
συνέχονται, καὶ οὐ μὴ ἀποσπασθῶσιν.
ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος.
οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου.
ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι,
καὶ διαρριπτοῦνται ἐσχάραι πυρός.
ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης
πυρὶ ἀνθράκων·
ἡ ψυχὴ αὐτοῦ ἄνθρακες.
φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται
ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλἰζεται δύναμις.
ἔμπροσθεν αὐτοῦ τρέχει ἀπωλία.
σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται
καταχέει ἐπʼ αὐτόν, οὐ σαλευθήσεται.
ἡ καρδἰα αὐτοῦ πέπηγεν ὡς λίθος,
ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος.
στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς
ἁλλομένοις.
ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι, οὐδὲν μὴ ποιήσωσιν
δόρυ καὶ θώρακα·
ἤγηται μὶν γὰρ σίδηρον ἄχυρα.
χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν.
οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον·
ἥγηται μέν πετροβόλον χόρθον,
ὡς καλάμη ἐλογίσθησαν σφυρά,
καταγελῶ δὲ σεισμοῦ πυρφόρου.
ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς.
A | αποσπασθωσιν] παθωσιν U+05D0 αποσπαθωσιν U+05D0c.a 9 επιφωσκεται A | om δε C 10 διαριπτουνται U+05D0c.aA (hiat C) 11 πυρι] φλογι A 13 αυλι. ζεται] αυλιζ sup ras Bᵃᵇ | ενπροσθεν A | τρεχει] προτρεχει A | απωλεια Bᵃᵇ 14 om σωματος U+05D0 | κεκολληνται] ante κεκ. 2 vel 3 lilt (?κε vet και) perier in C 15 ως] ωσπερ AC 16 om δε A | αλλομενοις επι γης A 17 ουδεν] ουδε C | μη] pr ου U+05D0c.a A | ποιησωσιν] + αυτω U+05D0c.a(postea ras) A ποιησουσιν C | δορυ] επηρμενον U+05D0c.a C | θωραξ A 16 αχυρα] pr ωσπερ U+05D0c.a (postea ras) A 19 om | τόξον χαλκειον A | χαλκεον C | μεν] γαρ A om C | πετροβολον μεν U+05D0c.a) ᵃ | κορτον] pr ως AC 20 καλαμην U+05D0C | ελογισθησαν] ελογισατο U+05D0 ελογισθη αυτω A | σφυρα] σφυραν U+05D0c.a ᵃC σφυραι U+05D0c.c 21 στρωμη U+05D0* (-μνηU+05D0c.a)
πᾶς δέ χρυσὸς θαλάσσης ὑπʼ αὐτὸν ὥσπερ πηλὸς
ἀμύθητος.
ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον·
ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλιπτρον,
τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον·
λογίσατο ἄβυσσον εἰς περίπατον.
οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ, πεποιημένον
ἐνκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου·
πᾶν ὑψηλὸν ὁρᾷ,
αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν.