Chapter 2
Hellenistic Old Testament GreekΚαὶ ἀπέστειλεν Ἰησοῦς υἱὸς Ναυὴ ἐκ Σάττειν δύο νεανίσκους
κατασκοπεῦσαι λέγων Ἀνόβητε καὶ ἴδετε τὴν γῆν καὶ τὴν Ἰερειχώ. καὶ πορευθέντες εἰσήλθοσαν οἱ δύο νεανίσκοι εἰς Ἰερειχώ, καὶ εἰσήλθοσαν εἰς οἰκίον γυναικὸς πόρνης ᾗ ὄνομα Ῥαάβ, κα κατέλυσαν ἐκεῖ.
καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἰερειχὼ λέγοντες Εἰσπεπόρευνται ὦδε ἄνδρες τῶν υἱῶν Ἰσραὴλ κατασκοπεῦσαι τὴν γῆν.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς Ἰερειχὼ καὶ εἶπεν πρὸς Ῥαὰβ λέγων Ἐξάγαγε τοὺς ἄνδρας τοὺς εἰσπεπορευμένους εἰς τὴν οἰκίαν σου τὴν νύκτα· κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν.
καὶ λαβοῦσα ἡ γυνὴ τοὺς δύο ἄνδρας ἔκρυψεν αὐτούς, καὶ εἶπεν αὐτοῖς λέγουσα Εἰδεληλύθασιν ἄσιν πρὸς μὲ οἱ ἄνδρες·
ὡς δὲ ἡ πύλη ἐκλείετο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον. οὐκ ἐπίσταμαι ποῦ πεπόρευνται· καταδιώξατε ὀπίσω αὐτῶν, εἰ καταλήμψεσθε αὐτούς.
αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα, κα ἔκρυψεν αὐτοὺς ἐν τῇ λινοκαλάμη τῇ ἐστοιβασμένῃ αὐτῇ ἐπὶ τοῦ δώματος.
καὶ οἱ ἄνδρες κατεδίωξαν ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ἰορδάνου ἐπὶ τὰς διαβάσεις, καὶ ἡ πύλη ἐκλείσθη.
καὶ ἐγένετο ὡς ἐξήλθοσαν οἱ διώκοντες ὀπίσω αὐτῶν, καὶ αὐτοὶ δὲ πρὶν ἢ κοιμηθῆναι αὐτούς, αὕτη δὲ ἀνέβη ἐπὶ τὸ δῶμα πρὸς αὐτοὺς
καὶ εἶπεν πρὸς αὐτούς Ἐπίσταμαι ὅτι δέδωκεν ὑμῖν Κύριος τὴν γῆν, ἐπιπέπτωκεν γὰρ ὁ φόβος ὑμῶν ἐφ’ ἡμᾶς. ¶
ἀκηκόαμεν γὰρ ὅτι κατεξήρανεν Κύριος ὁ θεὸς τὴν ἐρυθρὰν θάλασσαν ἀπὸ προσώπου ὑμῶν, ὅτε ἐξεπορεύεσθε ἐκ γῆς Αἰγύπτου, καὶ ὅσα ἐποίησεν τοῖς δυσὶ βασιλεῦσιν τῶν Ἀμορραίων οἳ ἦσαν πέραν τοῦ Ἰορδάνου, τῷ Σηὼν καὶ ὅγ’, οὓς ἐξωλεθρεύσατε αὐτούς.
καὶ ἀκούσαντες ἡμεῖς ἐξέστημεν τῆ καρδίᾳ ἡμῶν, καὶ οὐκ ἵστη ἔτι πνεῦμα ἐν οὐδενὶ ἡμῶν ἀπὸ προσώπου ὑμῶν· ὅτι κύριος ὁ θεὸς ὑμῶν ὃς ἐν οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω.
καὶ νῦν ὀμόσατέ μοι Κύριον τὸν θεόν, ὅτι ποιῶ ὑμῖν ἕλεος,
καὶ ὑμεῖς ἕλεος ἐν τῷ τοῦ τοῦ πατρός μου.
καὶ ζωγρήσατε τὸν οἶκον τοῦ πατρός μου, τὴν μητέρα μου καὶ τοὺς ἀδελφούς μου τὸν οἶκον μου καὶ πάντα ὅσα ἐστὶν αὐτοῖς, καὶ ἐξελεῖσθε τὴν μου ἐκ θανάτου.
καὶ εἶπαν αὐτῇ οἱ ἄνδρες Ἡ ψυχὴ ἡμῶν ἀνθ’ εἰς θάνατον. καὶ αὐτὴ εἶπεν ὃς ὂν παραδοῖ Κύριος ὑμῖν τὴν πόλιν, ποιήσετε εἰς ἐμὲ ἕλεος καὶ ἀλήθειαν.
καὶ κατεχάλασεν αὐτοὺς διὰ § F τῆς θυρίδος·
§ καὶ εἶπεν αὐτοῖς Εἰς τὴν ὀρεινὴν ἀπέλθετε, μὴ συναντήσωσιν ὑμῖν οἱ καταδιώκοντες, καὶ κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέας ἕως ἀν’ ἀποστρέψωσιν οἱ καταδιώκοντες ὀπίσω ὑμῶν, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν.
καὶ εἶπαν οἱ ἄνδρες πρὸς αὐτὴν Ἀθῷοί ἐσμεν τῷ ὅρκῳ σου τούτῳ·
ἰδοὺ ἡμεῖς εἰσπορευόμεθα εἰς μέρος τῆς πόλεως, καὶ θήσεις τὸ σημεῖον, τὸ σπαρτίον τὸ κόκκινον τοῦτο ἐκδήσεις εἰς τὴν θυρίδα δι’ ἧς κατεβίβασας ἡμᾶς δι’ αὐτῆς, τὸν δὲ πατέρα σου καὶ τὴν μητέρα σου καὶ τοὺς ἀδελφούς σου καὶ πάντα τὸν οἶκον τοῦ πατρός σου συνάξεις πρὸς σεαυτὴν εἰς τὴν οἰκίαν σου.
καὶ ἔσται πᾶς ὃς ἄν ἐξέλθῃ τὴν θύραν τῆς οἰκίας σου ἑαυτῷ ἔσται, ἡμεῖς δὲ ἀθῷοι τῷ ὅρκῳ σου τούτῳ· καὶ ὅσοι μετὰ σοῦ ἐν τῇ οἰκίᾳ σου, ἡμεῖς ἔνοχοι ἐσόμεθα.
ἐὰν δέ τις ἀδικήσῃ ἢ καὶ ἀποκαλύψῃ τοὺς λόγους ἡμῶν τούτους, ἐσόμεθα τῷ ὅρκῳ σου τούτῳ.
καὶ εἶπεν αὐτοῖς Κατὰ τὸ ῥῆμα ὑμῶν καὶ ἐξαπέστειλεν αὐτούς.
καὶ ἐπορεύθησαν καὶ ἤλθοσαν εἰς τὴν ὀρεινήν, καὶ κατέμειναν ἐκεῖ τρεῖς ἡμέρας· καὶ ἐξεζήτησαν οἱ καταδιώκοντες πάσας τὰς ὁδούς, καὶ οὐχ εὕροσαν.
καὶ ὑπέστρεψαν οἱ δύο νεανίσκοι καὶ κατέβησαν ἐκ τοῦ ὄρους, καὶ διέβησαν πρὸς Ἰησοῦν υἱὸν Ναυή, καὶ διηγήσαντο αὐτῷ πάντα τὰ συμβεβηκότα αὐτοῖς.
καὶ πρὸς Ἰησοῦν ὅτι Παρέδωκεν Κύριος πᾶσαν τὴν γῆν ἐν χειρὶ ν, καὶ κατέπτηκεν πᾶς ὁ κατοικῶν τὴν γῆν ἐκείνην ἀφ’ ἡμῶν.