Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Joshua

    Chapter 8

    Old Testament

    Καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Μὴ φοβηθῇς μηδὲ δειλιασῃς· λάβε σοῦ τοὺς ἄνδρας πάντας τοὺς πολεμιστάς, καὶ ἀναστάς ἀνάβηθι εἰς Γαῖ. ἰδοὺ δέδωκα εἰς τὰς χεῖράς σου τὸν βασιλέα Γαὶ καὶ τὴν γῆν αὐτοῦ.

    καὶ ποιήσεις τὴν Γαὶ ὃν τρόπον ἐποίησας τὴν Ἰερειχὼ καὶ τὸν βασιλέα αὐτῆς, καὶ τὴν προνομὴν τῶν κτηνῶν προνομεύσεισ σεαυτῷ.

    κατάστησον δὲ σεαυτῷ ἔνεδρα τῆ πόλει εἰς τὰ ὀπίσω. καὶ ἀνέστη Ἰησοῦς καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς ὥστε ἀναβῆναι εἰς Γαί. ἐπλεξεν δὲ Ἰησοῦς τριάκοντα χιλιάδας ἀνδρῶν δυνατοὺς ἐν ἰσχύι, καὶ ἀπέστειλεν αὐτοὺς νυκτός.

    καὶ ἐνετείλατε αὐτοῖς λέγων

    Ὑμεῖς ἐνεδρεύσατε ὀπίσω τῆς πόλεως· μὴ μακρὰν γίνεσθε ἀπὸ τῆς πόλεως, καὶ ἔσεσθε πάντες ἕτοιμοι.

    καὶ ἐγὼ καὶ πάντες οἱ μέτ' ἐμοῦ προσάξομεν πρὸς τὴν πόλιν, καὶ ἔσται ὼς ἂν ἐξέλθωσιν οἱ κατοικοῦντες Γαὶ εἰς συνάντησιν ἡμῖν καθάπερ καὶ πρώην, καὶ φευξόμεθα ἀπὸ προσώπου αὐτῶν.

    καὶ ὡς ἂν ἐξέλθωσιν ὀπίσω ἡμῶν, ἀποσπάσομεν αὐτοὺς ἀπὸ τῆς πόλεως· καὶ ἐροῦσιν Φεύγουσιν οὗτοι ἀπὸ προσώπου ἡμῶν ὃν τρόπον καὶ ἔμπροσθεν.

    ὑμεῖς δὲ ἐξαναστήσεσθε ἐκ τῆς ἐνέδρας, καὶ πορεύσεσθε εἰς τὴν πόλιν.

    κατὰ τὸ ῥῆμα τοῦτο ποιήσετε· ἰδοὺ ἐντέταλμαι ὑμῖν.

    καὶ ἀπέστειλεν αὐτοὺς Ἰησοῦς, καὶ ἐπορεύθησαν εἰς τὴν ἐνέδραν· καὶ ἀπέστειλαν αὐτοὺς Βαιθὴλ καὶ ἀνὰ μέσον Γαῖ, ἀπὸ θαλάσσης τῆς Γαῖ.

    Καὶ ὀρθρίσας Ἰησοῦς τὸ πρωὶ ἐπεσκέψατο τὸν λαόν· καὶ ἀνέβησαν αὐτοὶ καὶ οἱ πρεσβύτεροι κατὰ πρόσωπον τοῦ λαοῦ ἐπὶ Γᾶ·

    καὶ πᾶς ὁ λαὸς ὁ πολεμιστὴς μετ’ αὐτοῦ ἀνέβησαν, κα πορευόμενοι ἦλθον ἐξ ἐναντίας τῆς πόλεως ἀπ’ ἀνατολῶν,

    καὶ τὰ ἔνεδρα τῆς πόλεως ἀπὸ θαλάσσης·

    καὶ ἐγένετο ὡς ἴδεν βασιλεὺς Γαῖ, ἔσπευσεν καὶ ἐξῆλθεν εἰς συνάναυτου

    τῇσιν αὐτοῖς ἐπ’ εὐθείας εἰς τὸν πόλεμον, αὐτὸς καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ· καὶ αὐτὸς οὐκ ᾔδει ὅτι ἔνεδρα αὐτῷ ἐστιν ὀπίσω τῆς πόλεως.

    καὶ ἴδεν καὶ ἀνεχώρησεν Ἰησοῦς καὶ Ἰσραὴλ ἀπὸ προσώπου α

    καὶ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ, καὶ αὐτοὶ ἀπὸ τῆς πόλεως·

    οὐ κατελείφθη οὐθεὶς ἐν τῆ Γαῖ ὃς οὐ Ἰσραήλ· καὶ κατέλιπον τὴν πόλιν ἀνεῳγμένην, καὶ κατεδίωξεν ὀπίσω Ἰσραήλ.

    καὶ εἶπεν κύριος πρὸς Ἰησοῦν Ἔκτεινον σου ἐν τῷ γαίσῳ τῷ ἐν τῇ χειρί σου ἐπὶ τὴν πόλιν, εῖς γὰρ τὰς χεῖράς σου παραδέδωκα αὐτήν· καὶ τὰ ἔνεδρα ἐξαναστήσονται ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν. καὶ ἐξέτεινεν Ἰησοῦς τὴν χεῖρα αὐτοῦ, τὸν γαῖσον, ἐπὶ τὴν πόλιν·

    καὶ τὰ ἔνεδρα ἐξανέστησαν ἐν τάχει ἐκ τοῦ τόπου αὐτῶν καὶ ἐξήλθοσαν ὅτε ἐξέτεινεν τὴν χεῖρα, καὶ ἤλθοσαν ἐπὶ τὴν πόλιν καὶ κατελάβοντο αὐτήν· καὶ σπεύσαντες ἐνέπρησαν τὴν πόλιν ἐν πυρί.

    καὶ περιβλέψαντες οἱ κάτοικοι Γαῖ εἰς τὰ ὀπίσω αὐτῶν, καὶ ἐθεώρουν καπνὸν ἀναβαίνοντα ἐκ τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ οὐκέτι εἶχον ποῦ φύγωσιν ὧδε ἢ ὧδε.

    καὶ Ἰησοῦς καὶ πᾶς Ἰσραὴλ εἶδον ὅτι ἔλαβον τὰ ἔνεδρα τὴν πόλιν, καὶ ὅτι ἀνέβη ὁ καπνὸς τῆς πόλεως εἰς τὸν οὐρανόν· καὶ μεταβαλόμενοι ἐπάταξαν τοὺς ἄνδρας τῆς Γαῖ.

    καὶ οὗτοι ἐκ τῆς πόλεως εἰς συνάντησιν, καὶ ἐγενήθησαν ἀνὰ μέσον τῆς βολῆς, οὗτοι ἐντεῦθεν καὶ οὗτοι ἐντεῦθεν· καὶ ἐπάταξαν ἕως τοῦ μὴ καταλειφθῆναι αὐτῶν σεσωσμένον καὶ διαπεφευγότα.

    καὶ τὸν βασιλέα τῆς Γαῖ συνέλαβον ζῶντα, καὶ προσήγαγον αὐτὸν πρὸς Ἰησοῦν.

    καὶ ὡς ἐπαύσαντο οἱ υἱοὶ Ἰσραὴλ ἀποκτέννοντες πάντας τοὺς ἐν τῇ Γαῖ τοὺς ἐν τοῖς πεδίοις καὶ ἐν τῷ ὄρει ἐπὶ τῆς καταβάσεως οὗ κατεδίωξαν αὐτοὺς ἀπ’ αὐτῆς εἰς τέλος, καὶ ἀπέστρεψεν Ἰησοῦς εἰς Γαῖ, καὶ ἐπάταξεν αὐτὴν ἐν στόματι ῥομφαίας.

    καὶ ἐγενήθησαν οἱ

    πεσόντες ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀπὸ ἀνδρὸς καὶ ἕως γυναικὸς χιλιάδες, πάντας τοὺς κατοικοῦντας Γᾶ.

    πλὴν τῶν σκύλων τῶν ἐν τῇ πόλει πάντα ἃ ἐπρονόμευσαν ἑαυτοῖς ὁ υἱοὶ Ἰσραὴλ κατὰ πρόσταγμα Κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Ἰησοῖ.

    καὶ ἐνεπύρισεν Ἰησοῦς τὴν πόλιν ἐν πυρί· χῶμα ἀοίκητον εἰς τὸν αἰῶνα ἔθηκεν αὐτὴν ἕως τῆς ἡμέρας ταύτης.

    καὶ τὸν βασιλέα τῆς Γᾶ ἐκρέμασεν ἐπὶ ξύλου διδύμου, καὶ ἦν ἐπὶ τοῦ ξύλου ἕως ἑσπέρας· καὶ ἐπιδύνοντος τοῦ ἡλίου συνέταξεν Ἰησοῦς καὶ καθείλοσαν αὐτοῦ τὸ σῶμα ἀπὸ τοῦ ξύλου καὶ ἔριψαν αὐτὸν εἰς τὸν βόθρον, κα ἐπέστησαν αὐτῷ σωρὸν λίθων ἕως τῆς ἡμέρας ταύτης.