Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Joshua

    Chapter 15

    Old Testament

    Καὶ ἐγένετο τὰ ὃρια φυλῆς Ἰούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰουδαίας, ἀπὸ τῆς ἐρήμου Σεῖν ἕως καδὴς πρὸς λίβα·

    καὶ αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς, ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα·

    καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ἀκραβείν, καὶ ἐκπεριπορεύεται Ἔννακ, καὶ ἀναβαίνει ἐπὶ λιβὸς ἐπὶ Καδὴς Βαρνή, καὶ ἐκπορεύεται’ καὶ προσαναβαίνει εἰς Σαράδα, καὶ ἐκπορεύεται τὴν κατὰ Καδής,

    καὶ ἐκπορεύεται ἐπὶ Σεληῶναν, καὶ διεκβαλεῖ ἕως φάραγγος

    Αἰγύπτου, καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν. τοῦτό ἐστιν αὐτῶν ὃρια ἀπὸ λιβός.

    καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. καὶ τὰ ὃρια αὐτῶν ἀπὸ βορρᾶ, καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου

    ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλάαμ, καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβά, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαίων υἱοῦ Ῥουβήν·

    καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος’ καταβαίνει ἐπὶ Τααγάδ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως᾿’ ἥ ἐστιν κατὰ λίβα τῇ Φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, κα ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ῥωγήλ.

    καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα ῾Ονὸμ ἐπὶ νότου τοῦ Ἰεβούς ἀπὸ λιβός, αὕτη ἐστὶν Ἰερουσαλήμ, καὶ ἐκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος ῾Ονὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ραφαεὶν ἐπὶ βορρᾶ·

    καὶ διεκβάλλει τὸ ὃριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Μαφθώ, καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών, καὶ ἄξει τὸ ὅριον Ἰεβάαλ, αὕτη ἐστὶν πόλις Ἰαρείμ·

    καὶ περιελεύσεται ὅριον ἀπὸ Βάαλ ἐπὶ θάλασσαν, καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου Ἰαρεὶν ἀπὸ βορρᾶ, αὕτη ἐστὶν Χασλών, καὶ καταβήσεται ἐπὶ ἡλίου, καὶ παρελεύσεται ἐπὶ λίβα·

    καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχώθ, καὶ παρελεύσεται ὃρια ἐπὶ λίβα, καὶ διεκβαλεῖ ἑ’πὶ λέμνα, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν.

    καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης, ἡ θάλασσα ἢ μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν.

    Καὶ τῷ Χαλὲβ υἱῷ Ἰεφοννὴ ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα ἀπὸ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν ᾿Ενάκ, αὕτη ἐστὶν

    καὶ ἐξωλέθρευσεν ἐκεῖθεν χαλὲβ υἱὸς Ἰεφοννὴ τοὺς τρεῖς υἱοὺς

    Ἐνάκ, τὸν Σουσεὶ καὶ Θοαλμεὶ καὶ τὸν Ἀχειμά.

    καὶ ἀνέβη ἐκεῖθεν Χαλὲβ ἐπὶ τοὺς κατοικοῦντας Δαβείρ· τὸ δὲ ὄνομα Δαβεὶρ ἦν τὸ πρότερον Πόλις γραμμάτων.

    καὶ εἶπεν Χαλέβ Ὅς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἄσχαν θυγατέρα μου εἰς γυναῖκα.

    καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Κενὲζ ἀδελφοῦ Χαλέβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἄσχαν θυγατέρα αὐτοῦ γυναῖκα.

    καὶ ἐγένετο ἐν τῷ ἐκπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῶ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ χαλέβ Τί ἐστίν σοι

    καὶ εἶπεν αὐτῷ Δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Νάγεβ δέδωκάς με· δός μοι τὴν Βοθθανείς. καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω.

    Αὓτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.

    Ἐγενή- θῆσαν δὲ πόλεις αὐτῶν πόλεις πρὸς τῇ φυλῇ υἱῶν, Ἰούδα ἐφ᾿ ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου, καιβισελεὴλ καὶ Ἄρα καὶ Ἀσὼρ

    καὶ Ἰκὰμ καὶ Ῥεγμὰ καὶ Ἀρουὴλ

    καὶ κάδης κα Ἀσοριωνάιν καὶ Μαινὰμ

    καὶ Βαλμαινὰν καὶ αἱ κῶμαι αὐτῶν,

    καὶ αἱ πόλεις Ἁσερών αὕτη Ἁσώρ,

    καὶ Σὴν καὶ Σαλμάα καὶ Μωλαδὰ

    καὶ Σερεὶ καὶ Βαιφάλαδ

    καὶ Χολασεωλὰ καὶ Βηρσάβεε καὶ αἱ κῶμα,ι αὐτῶν καὶ αἳ ἐπαύλεις αὐτῶν,

    Βαλὰ καὶ Βακὼκ καὶ Ἄσομ

    καὶ Ἐλβωυδὰδ καὶ Βαιθὴλ καὶ Ἑρμὰ

    καὶ Σεκελὰκ καὶ Μαχαρεὶμ καὶ Σεθεννὰκ

    καἰ Λαβὼς καὶ Σαλὴ καὶ Ἐρωμώθ, πόλεις κθ΄ καὶ αἱ κῶμαι αὐτῶν.

    Ἐν τῇ πεδινῇ Ἀσταὼλ καὶ Ῥαὰ καὶ Ἄσσα

    καὶ Ῥαμὲν καὶ Τανὼ καὶ Ἰλουθὼθ καὶ Μαιανεὶ

    καὶ Ἰλουθὼθ καὶ Ὀδολλὰμ καὶ Μεμβρὰ καὶ Σαωχὼ καὶ Ἰαζηκὰ

    καὶ Σακαρεὶμ καὶ Γαδηρὰ καὶ αἱ

    ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν·

    Σεννὰ καὶ Ἀδασὰν καὶ Μαγαδὰ Γὰδ

    καὶ Δαλὰλ καὶ Μασφὰ καὶ Ἰακαρεὴλ

    καὶ Μαχὴς καὶ Βασηδὼθ καὶ Ἰδεαδαλεὰ

    καὶ Χαβρὰ καὶ Μαχὲς καὶ Μααχὼς

    καὶ καὶ Γεδδὼρ καὶ Βαγαδιὴλ καὶ Νωμᾶν καὶ Μακηδάν, δέκα αἱ καὶ αἱ κῶμαι αὐτῶν·

    Λεμνὰ κα Ἴθακ καὶ Ἀνὼχ

    καὶ Ἰανὰ καὶ Νασεὶβ

    καὶ Κεειλὰμ καὶ Ἀκιεζεὶ καὶ Κεζεὶβ καὶ Βαθησὰρ καὶ Αἰλών, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν·

    Ἀκκαρὼν καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν·

    ἀπὸ Ἀκκαρὼν Γέμνα· καὶ πᾶσαι ὃσαι εἰσὶν πλησίον Ἀσηδὼθ καὶ αἱ κῶμαι αὐτῶν·

    Ἀσειεδὼθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.

    Καὶ ἐν τῇ ὀρεινῇ Σαμεὶρ καὶ Ἰεθὲρ καὶ Σωχὰ

    καὶ Ῥεννὰ καὶ Πόλις γραμμάτων, αὕτη Δαβείρ,

    καὶ Ἀνὼν καὶ Ἐσκαι- μὰν καὶ Αἰσὰμ

    καὶ Γόσομ καὶ Χαλοὺ καὶ Χαννά, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν·

    Αἰρὲμ καὶ Ῥεμνὰ καὶ Σομὰ

    καὶ Ἰεμάειν καὶ Βαιθαχοὺ καὶ Φακουὰ

    καὶ Εὑμὰ καὶ πόλις Ἀρβόκ, αὕτη ἐστὶν Χεβρών, καὶ Σώρθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν·

    Μαὼρ καὶ Χερμὲλ καὶ Ὀζεὶβ καὶ

    καὶ Ἰαριὴλ καὶ Ἰαρεικὰμ καὶ Ζακανάειμ

    καὶ Γαβαὰ καὶ Θαμναθά, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν·

    Ἁλουὰ καὶ Βαιθσοὺρ καὶ Γεδδὼν

    καὶ Μαγαρὼθ καὶ Βαιθανὰμ καὶ Θεκούμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν·

    Θεκὼ καὶ Ἐφράθα, αὕτη ἐστὶν καὶ Φαγὼρ καὶ Αἰτὰν καὶ Κουλὸν καὶ Τατὰμ καὶ Ἐωβὴς καὶ Καρὲμ Γαλὲμ καὶ Θεθὴρ καὶ Μανοχώ, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτ’

    καριαθβάαλ, αὕτη ἡ πόλις Ἰαρείμ, καὶ Σωθηβά, πόλεις δύο κα αἳ ἐπαύλεις αὐτῶν.

    καὶ Βαδδαργεὶς καὶ Θαραβαὰμ καὶ Αἰνὼν

    καὶ Αἰχιοδὰ καὶ Ναφλαζὼν καὶ αἱ πόλεις Σάδωμ καὶ Ἀκνάδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν.

    Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἰερουσαλήμ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἰερουσαλὴμ ἕως τῆς ἡμέρας ἐκείνης.