Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Joshua

    Chapter 23

    Old Testament

    καὶ ἐγένετο μεθ’ ἡμέρας πλείους μετὰ τὸ καταπαῦσαι Κύριον τὸν Ἰσραὴλ ἀπὸ πάντων τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν, καἰ Ἰησοῦς πρεσβύτερος προβεβηκὼς ταῖς ἡμέραις.

    καὶ συνεκάλεσεν Ἰησοῦς πάντας τοὺς υἱοὺς Ἰσραὴλ καὶ τὴν γερουσίαν αὐτῶν καὶ τοὺς ἄρχοντας πάντας καὶ τοὺς γραμματεῖς αὐτῶν καὶ τοὺς δικαστὰς αὐτῶν, καὶ

    εἶπεν πρὸς αὐτούς Ἐγὼ γεγήρακα καὶ προβέβηκα ταῖς ἡμέροις.

    ὑμεῖς δὲ ἑοράκατε ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν πᾶσιν τοῖς ἔθνεσιν τούτοις ἀπὸ προσώπου ἡμῶν, ὅτι κύριος ὁ θεὸς ἡμῶν ὁ ἑ ἐκπολεμήσας ἡμῖν.

    ἴδετε ὅτι ὅπερ εἶπα ὑμῖν, τὰ ἔθνη τὰ καταλελιμμένα ὑμῖν ταῦτα ἐν τοῖς κλήροις εἰς τὰς φυλάς ὑμῶν· ἀπὸ τοῦ Ἰοπδάνου πάντα τὰ ἔθνη καὶ ἐξωλέθρευσα, καὶ ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης ὁριεῖ ἐπὶ δυσμὰς ἡλίου.

    Κύριος δὲ ὁ θεὸς ἡμῶν, οὗτος ἐξολεθρεύσει αὐτοὺς ἀπὸ προσώπου ἡμῶν, ἕως ἂν ἀπόλωνται· καὶ ἀποστελεῖ αὐτοῖς τὰ θηρία τὰ ἄγρια, ἕως δ’ ἐξολεθρεύσῃ αὐτοὺς καὶ τοὺς βασιλεῖς αὐτῶν ἀπὸ προσώπου ὑμῶν· καὶ κατακληρονομήσατε τὴν· γῆν αὐτῶν, καθὰ ἐλάλησεν κύριος ὁ θεὸς ἡμῶν ὑμῖν.

    κατισχύσατε οὖν σφόδρα φυλάσσειν καὶ ποιεῖν πάντα τὰ γεγραμμένα ἐν τῷ βιβλίῳ τοῦ νόμου ἵνα μὴ ἐκκλίνητε εἰς δεξιὰν ἢ εὐώνυμα·

    ὅπως μὴ εἰσέλθητε τὰ ἔθνη τὰ καταλελιμμένα ταῦτα· καὶ τὰ ὀνόματα τῶν θεῶν ῶν οὐκ ὀνομασθήσεται ἐν ὑμῖν· οὐ μὴ προσκυνήσετε αὐτοῖς οὐδὲ τε αὐτοῖς,

    ἀλλὰ Κυρίῳ τῷ θεῷ ἡμῶν προσκολληθήσεσθε, ἐποιήσατε ἕως τῆς ἡμέρας ταύτης.

    καὶ ἐξολεθρεύσει αὐτοὺς Κύριος ἀπὸ προσώπου ὑμῶν, ἔθνη μεγάλα καὶ ἰσχυρά, καὶ οὐθεὶς ἀντέστη κατενώπιον ἡμῶν ἕως τῆς ἡμέρας ταύτης·

    εἷς ὑμὠν ἐδίωξεν χιλίους, ὅτι κύριος ὁ θεὸς ἡμῶν ἐξεπολέμει ἡμῖν, καθάπερ εἶπεν ἡμῖν.

    καὶ φυλάξασθε σφόδρα τοῦ ἀγαπᾷν κύριον τὸν θεὸν ἡμῶν.

    ἐὰν γὰρ ἀποστραφῆτε καὶ προσθῆσθε τοῖς ὑπολειφθεῖσιν ἔθνεσιν τούτοις τοῖς μεθ’ ὑμῶν, καὶ ἐπιγαμίας ποιήσητε πρὸς αὐτούς, καὶ συνκαταμιηῆτε αὐτοῖς καὶ αὐτοὶ ὑμῖν,

    γινώσκετε ὅτι οὐ μὴ προσθῇ κύριος τοῦ ἐξολεθρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσονται ὑμίν εἰς παγίδας καὶ εἰς σκάνδαλα καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν καὶ εἰς βολίδας ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἄη ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἢν ἔδωκεν ὑμῖν κύριος

    ὁ θεὸς ὑμῶν.

    ἐγὼ δὲ ἀποτρέχω τὴν ὁδὸν καθὰ κοὶ πάντες οἱ ἐπὶ τῆς γῆς· καὶ γνώσεσθε τῆ καρδίᾳ ὑμῶν καὶ τῆ ψυχῇ ὑμῶν διότι οὐκ ἔπεσεν εἷς λόγος ἀπὸ πάντων τῶν λόγων ὧν εἶπεν κύριος ὁ θεὸς ἡμῶν πρὸς πάντα τὰ ἀνήκοντα ἡμῖν, οὐ διεφώνησεν ἐξ αὐτῶν.

    καὶ ἔσται ὃν τρόπον ἥκει πρὸς ἡμᾶς πάντα τὰ ῥήματα τὰ κόλα ἃ ἐλάλησεν κύριος πρὸς ἡμᾶς, οὕτως ἐπάξει Κύριος ὁ θεὸς ἐφ’ ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολεθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης ἧς ἔδωκεν Κύριος ὑμῖν,

    ἐν τῷ ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ θεοῦ ἡμῶν ἢν ἐνετείλατο πορευθέντες λατρεύσητε θεοῖς ἑτέροις καὶ προσκυνήσητε αὐτοῖς.