Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Judges

    Chapter 8

    Old Testament

    VIIIεἶπαν πρὸς Γεδεὼν όνὴρ Ἐφρόιμ Τί τὸ ῥῆμα τοῦτο ἐποίησας ἡμῖν τοῦ μὴ καλέσαι ἡμᾶς ὅτε ἐπορεύθης παρατάξασθαι· ἐν Μαδιάμ; καὶ πρὸς αὐτὸν ἰσχυρῶς.

    καὶ εἶπεν πρὸς αὐτούς Τί ἐποίησα νῦν καθῶς ὑμεῖς; ἢ οὐχὶ κρεῖσσον ἐπιφυλλὶς Ἐφράιμ ἢ τρύγητός Ἀβιέζερ;

    ἐν χειρὶ ὑμῶν παρέδωκεν κύριος τοὺς ἄρχοντας Μαδιάμ, καὶ τὸν Ζήβ· καὶ τί ἠδυνήθην ποιῆσαι ὡς ὑμεῖς; τότε ἀνέθη τὸ πνεῦμα αὐτῶν ἀπ’ αὐτοῦ ἐν τῷ λαλῆσαι αὐτὸν τὸν λόγον τοῦτον.

    Καὶ ἦλθεν Γεδεὼν ἐπὶ τὸν Ἰορδάνην, καὶ διέβη αὐτὸς καὶ οἱ τριακόσιοι ἄνδρες οἱ μετ’ αὐτοῦ πεινῶντες κα διώκοντες.

    καὶ εἶπεν τοῖς ἀνδράσιν Σοκχώθ Δότε δὴ ἄρτους εἰς τροφὴν τῷ

    λαῷ τούτῳ τῷ ἐν ποσίν μου, ὅτι ἐκλείπουσιν· καὶ ἰδοὺ ἐγώ εἰμι διώκων ὀπίσω τοῦ Ζέβεε καὶ Σελμανὰ βασιλέων Μαδιάμ.

    καὶ εἶπον οἱ ἄρχοντες Σοκχώθ Μὴ χεὶρ Ζέβεε καὶ Σελμανὰ νῦν ἐν χειρί σου; οὐ δώσομεν τῇ δυνάμει σου ἄρτους.

    καὶ εἶπεν Γεδεών Διὰ τοῦτο ἐν τῷ δοῦναι κύριον τὸν Σέβεε καὶ Σελμανὰ ἐν χειρί μου, καὶ ἐγὼ ἀλοήσω τὰς σάρκας ὑμῶν ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ἐν ταῖς ἁβαρκηνείν.

    καὶ ἀνέβη ἐκεῖθεν εἰς Φανουήλ, καὶ ἐλάλησεν πρὸς αὐτοὺς ὡσαύτως· καὶ ἀπεκρίθησαν αὐτῷ οἱ ἄνδρες Φανουὴλ ὃν τρόπον ἀπεκρίθησαν ἄνδρες Σοκχώθ.

    καὶ εἶπεν Γεδεὼν πρὸς ἄνδρας Φανουήλ Ἐν ἐπιστροφῇ μου μετ’ εἰρήνης τὸν πύργον τοῦτον κατασκάψω.

    Καὶ Ζέβεε καὶ Σελμανὰ ἐν Καρκάρ, καὶ ἡ παρεμβολὴ αὐτῶν μετ’ αὐτῶν ὡσεὶ δέκα πέντε χιλιάδες, πάντες οἱ καταλελιμμένοι ἀπὸ πάσης παρεμβολῆς ἀλλοφύλων· καὶ οἱ πεπτωκότες ἑκατὸν εἴκοσι χιλιάδες ἀνδρῶν σπωμένων ῥομφαίαν.

    καὶ ἀνέβη Γεδεὼν ὁδὸν τῶν σκηνούντων ἐν σκηναῖς ἀπὸ ἀνατολῶν τῆς Νάβαι καὶ Ἰεγεβάλ· καὶ ἐπάταξεν τὴν παρεμβολήν, καὶ ἡ παρεμβολὴ ἦν πεποιθυῖα. καὶ ἔφυγον Ζέβεε καὶ Σελμανά·

    καὶ ἐδίωξεν ὀπίσω αὐτῶν, καὶ ἐκράτησεν τοὺς δύο βασιλεῖς Μαδιάμ, τὸν Ζέβεε καὶ τὸν Σελμανά, καὶ πᾶσαν τὴν παρεμβολὴν ἐξέστησεν.

    καὶ ἐπέστρεψεν Γεδεὼν υἱὸς Ἰωὰς ἀπὸ τῆς παρατάξεως ἀπὸ ἐπάνωθεν τῆς παρατάξεως Ἄρες.

    καὶ συνέλαβεν παιδάριον ἀπὸ τῶν ἀνδρῶν Σοκχώθ, κ αὐτόν· καὶ ἔγραψεν πρὸς αὐτὸν τὰ ὀνόματα τῶν ἀρχόντων καὶ τῶν πρεσβυτέρων αὐτῶν, ἑβδομήκοντα καὶ ἑπτὰ ἄνδρας.

    καὶ καὶ ἴδου ἐγὼ εἰμι διώκων] εγω δε διώκω Α | του Ζεβεε] om του Ζε Α Ζε superscr Α1) | Σαλμανα Α (ita ubique) | βασιλέως Α 6 εἶπαν Α | χειρι] pr τῆ Α | οὐ] ὅτι Α | δυνάμει] στρατεία Α 7 δία τουτο] οὐχ οὕτως Α | χειρὶ] Pr τῆ Α | om ἐγὼ Α | ἀλοήσω] καταξανῶ Α | αβαρκηνειν] βαρκομμεῑ Α 8 ωσαυτως] κάτα ταύτα Α | απεκριθ.] + ἀυτῶ Α | ἄνδρες 2°] pr οἱ Α 9 om Α | πρὸς ἄνδρας] τοῖς ἀνδράσιν Α | Φανουὴλ] + λέγων Α | ἐπιστρόφη μου] τὼ ἐπιστρέφειν με Α | κατασκάψω’τον πύργον τοῦτον Α 10 Καρκα Α | δέκα πέντε] πέντε καὶ δέκα Α | οἱ καταλελιμμενοι καταλελειμμ. B ab)] καταλειφθεντες Α | ἄπο πάσης παρεμβ. ἀλλοφύλων] υἱοὶ ἀνατολῶν Α | πεπτωκότες] ησαν Α | ἕκατον] + καὶ Α | εσπασμενων ἐσπασμένων Α 11 τῶν σκηνουντων] κατοικούντων Α | om ἄπο Α | Ναβαι] Ναβεθ Α | καὶ Ιεγεβαλ] ἐξ ἐναντίας Ζεβεε Α | καὶ η] η δε Α 12 ἔφυγεν Α | παρεμβολὴν] + ἀυτῶν Α | εξεστησεν] ἐξέτριψεν Α 13 ἐπέστρεφεν] ἀνέστρεφεν Α | ἄπο τῆς παραταξεως] ἐκ του πολέμου Α | om ἐπάνωθεν Α | τῆς παραταξεως] ἀναβάσεως Α 14 συνελαβον Α | ἄπο] ἐκ Α | ἔγραφεν] ἀπεγράψατο Α | αὐτὸν 2°] αὐτοὺς Α | ὀνόματα τῶν ἀρχ’. Σ. καὶ τῶν πρεσβ. αυτων] του, ἄρχοντας Σ. καὶ τοὺς τέρους ἀύτης Α | om καὶ 5° Α

    παρεγένετο Γεδεὼν πρὸς τοὺς ἄρχοντας Σοκχὼθ καὶ εἶπεν Ἰδοὺ Ζέβεε καὶ Σελμονά, ἐν οἷς ὠνειδίσατέ με λέγοντες Μὴ χεὶρ Ζέβεε καὶ Σελμανὰ νῦν ἐν χειρί σου, ὅτι δώσομεν τοῖς ἀνδράσιν τοῖς ἐκλιποῦσιν ἄρτους;

    καὶ ἔλαβεν τοὺς πρεσβυτέρους τῆς πόλεως ἐν ταῖς ἀκάνθαις τῆς ἐρήμου καὶ ταῖς βαρακηνείμ, καὶ ἠλόησεν ἐν αὐτοῖς τοὺς ἄνδρας τῆς πόλεως.

    καὶ τὸν πύργον Φανουὴλ κατέστρεψεν, καὶ ἀπέκτεινεν τοὺς ὄνδρος τῆς πόλεως.

    καὶ εἶπεν πρὸς Ζέβεε καὶ Σελμονά Ποῦ οἱ ἄνδρες οὓς ἀπεκτείνατε ἐν Θαβώρ; καὶ εἶπαν Ὡς σὺ ὣς αὐτοί, εἰς ὁμοίωμα υἱοῦ βασιλέως.

    καὶ εἶπεν Γεδεών Ἀδελφοί μου καὶ υἱοὶ τῆς μητρός μου ἦσαν· ζῆ Κύριος, εἰ ἐζοκσονήκειτε αὐτούς, οὐκ ἆν ἀπέκτεινα ὑμᾶς.

    καὶ εἶπεν Ἰέθερ τῷ πρωτοτόκῳ αὐτοῦ Ἀναστὰς ἀπόκτεινον αὐτούς. καὶ οὐκ ἔσπασεν τὸ παιδάριον τὴν ῥομφαίαν αὐτοῦ. ὅτι ἐφοβήθη, ὅτι ἔτι νεώτερος ἢν.

    καὶ εἶπεν Ζέβεε κα Σελμανά Ἀνάστα σὺ καὶ συνάντησον ἡμῖν, ὅτι ὡς ἀνδρὸς ἡ δύναμίς σοῦ. καὶ ἀνέστη Γεδεὼν καὶ ἀπέκτεινεν τὸν Ζέβεε καὶ τὸν Σαλμανά, καὶ ἔλαβεν τοὺς μηνίσκους τοὺς ἐν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν

    καὶ εἶπον ἀνὴρ Ἰσραὴλ πρὸς Γεδεών κύριε, ἄρξον ἡμῶν καὶ σὺ καὶ ὁ υἱός σου· ὅτι σὺ ἔσωσας ἡμᾶς ἐκ χειρὸς Μαδιάμ.

    καὶ εἶπεν πρὸς αὐτοὺς Γεδεών οὐκ ἄρξω ἐγώ, καὶ οὐκ ἄρξει ὁ υἱός μου ἐν ὑμῖν. κύριος ἄρξει ὑμῶν.

    καὶ εἶπεν Γεδεὼν πρὸς αὐτούς Αἰτήσομαι παρ’ ὑμῶν αἴτημα, καὶ δότε μοι ἀνὴρ ἐνώτιον ἐκ σκύλων αὐτοῦ. ὅτι ἐνώτια χρυσᾶ αὐτοῖς, ὅτι Ἰσμαηλεῖται ἦσαν.

    καὶ εἶπαν Διδόντες δώσομεν· καὶ ἀνέπτυξεν τὸ ἱμάτιον αὐτοῦ, καὶ ἔβαλεν ἐκεῖ ἀνὴρ ἐνώτιον σκύλων αὐτοῦ.

    καὶ ἐγένετο ὁ σταθμὸς τῶν ἑνωτίων τῶν χρυσῶν ὦν ᾔτησεν χίλιοι καὶ πεντακόσιοι χρυσοῖ, παρὲξ τῶν

    μηνίσκων καὶ τῶν στραηαλίδων καὶ τῶν ἱματίων καὶ πορφυρίδων τῶν ἐπὶ βασιλεῦσι Μαδιάμ, καὶ ἐκτὸς τῶν περιθεμάτων αἰ ἦν ὲν τοῖς τραχήλοις τῶν καμήλων αὐτῶν.

    καὶ ἐποίησεν αὐτὸ Γεδεὼν εἰς ἐφώθ, καὶ ἔστησεν αὐτὸ ἐν πόλει αὐτοῦ Ἐφραθά· καὶ ἐξεπόρνευσεν πᾶς Ἰσραὴλ ὀπίσω αὐτοῦ ἐκεῖ, καὶ ἐγένετο τῷ Γεδεὼν καὶ τῷ οἴκῳ αὐτοῦ εἰς σκῶλον.

    καὶ συνεστάλη Μαδιὰμ ἐνώπιον Ἰσραήλ, καὶ οὐ προσέθηκαν ἆραι κεφαλὴν αὐτῶν. καὶ ἡσύ ἡ γῆ τεσσεράκοντα ἔτη ἐν ἡμέραις Γεδεών.

    Καὶ Ἰεαροβάαλ υἱὸς Ἰωὰς καὶ ἐκάθισεν ἐν οἴκῳ αὐτοῦ.

    καὶ τῷ ἦσαν ἑβδομήκοντα υἱοὶ ἐκπεπορευμένοι ἐκ μηρῶν αὐτοῦ, ὅτι γυναῖκες πολλαὶ ἦσαν αὐτῷ.

    καὶ παλλακὴ αὐτοῦ ἦν ἐν Συχέμ· καὶ ἔτεκεν αὐτῷ καί γε αὐτὴ υἱόν, καὶ ἔτηκεν τὸ ὄνομα αὐτοῦ Ἀβειμέλεχ.

    καὶ ἀπέθανεν Γεδεὼν υἱὸς Ἰωὰς ἐν πόλει αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ τάφῳ Ἰωὰς τοῦ πατρὸς αὐτοῦ ἐν ἐφραθὰ Ἀβιεσδρί.

    Καὶ ἐγένετο κ ἀπέθανεν Γεδεών, καὶ ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἑ ὀπίσω τῶν Βααλείμ, καὶ ἔθηκαν ἑαυτοῖς τῶ Βάαλ διαθήκην τοῦ εἶναι αὐτοῖς αὐτὸν εἰς θεόν.

    καὶ οὐκ ἐμνήσθησαν οἱ υἱοὶ Ἰσραὴλ κυρίου τοῦ θεοῦ τοῦ ῥυσαμένου αὐτοὺς ἐκ χειρὸς πάντων τῶν θλιβόντων αὐτοὺς κυκλόθεν.

    καὶ οὐκ ἐποίησαν ἔλεος μετὰ τοῦ οἴκου Ἰεροβάαλ, αὐτός ἐστιν Γεδεών, κατὰ πάντα τὰ ἀγαθὰ ἃ ἐποίησεν μετὰ Ἰσραήλ.