Chapter 2
Hellenistic Old Testament GreekἌλεφ.
Πῶς ἐγνόφωσεν ἐν ὀργῇ αὐτοῦ Κύριος τὴν θυγατέρα Σειών·
κατερριψεν ἐξ οὐρανοῦ εἰς γῆν δόξασμα Ἰσραήλ,
καὶ οὐκ ἐμνήσθη ὑποποδίου ποδῶν αὐτοῦ.
Βήθ.
Ἐν ἡμέρᾳ ὀργῆς αὐτοῦ ¹κατεπόντισεν Κύριος, οὐ φεισάμενος·
πάντα τὰ ὡραῖα Ἰακὼβ καθεῖλεν ἐν θυμῷ αὐτοῦ,
τὰ ὀχυρώματα τῆς θυγατρὸς Ἰούδα ἐκόλλησεν εἰς τὴν γῆν,
ἐβεβήλωσεν βασιλέας αὐτῆς καὶ ἄρχοντας αὐτῆς.
Γίμελ
Συνεκάλεσεν ἐν ὀργῇ θυμοῦ αὐτοῦ πᾶν κέρας Ἰσραήλ,
ἀπέστρεψεν ὀπίσω δεξιὰν αὐτοῦ ἀπὸ προσώπου ἐχθροῦ,
καὶ ἀνῆψεν ἐν Ἰακὼβ ὡς πῦρ φλόγα, καὶ κατέφαγεν πάντα
τὰ κύκλῳ.
Δάλεθ.
Ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρὸς ὑπεναντίος,
ἐστερέωσεν δεξιὰν αὐτοῦ ὁὡς ὑπεναντίος,
καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ
θυγατρὸς Σειών,
ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ.
H
ʼἘγενήθη Κύριος ὡς ἐχθρός, κατεπόντισεν Ἰσραήλ·
κατεπόντισεν τὰς βάρεις αὐτῆς, διέφθειρεν τὰ ὀχυράματα
αὐτοῦ
καὶ ἐπλήθυνεν τῇ θυγατρὶ Ἰούδα ταπεινουμένην καὶ
τεταπειναομένην.
Οὐαό.
Καὶ διεπέτασεν ὡς ἄμπελον τὸ σκήνωμα αὐτοῦ, διέφθειρεν
ἑορτὴν αὐτοῦ·
ημερα οργης αυτου A οργης] + θυμου Q πανια] pr?? σ΄ συν Qᵐᵍ θυγα- τρος] incep ι U+05D0* εβεβηλωσεν (εβεβησεν A* εβεβηλ. A¹)] + εις την γην A βασιλεα U+05D0AQ αρχοντα AQ 3 γιμελ] ημελ Qᵛⁱᵈ γιμλ U+05D0ᵛⁱᵈ Q |συνε- καλεσεν] συνεκλασεν U+05D0AQ οπισω] pr εις τα AQ om δεξιαν αυτου απο προσ- ωπου εχθροῦ U+05D0 (hab U+05D0c.a (?)ᵐᵍ) om εν 2⁰ A 4 δαλεθ] δελθ U+05D0c.a Avid Q ενετεινεν] ενετειλεν A om υπεναντιος 1⁰ U+05D0 | τα επιθ.] om τα U+05D0 | οφθαλμων] pr των AQ om εν A σκηνη] σκηνωμασιν Q 5 τας βορεις (-ρις U+05D0*)] pr πασας AQ αυτης] αυτου U+05D0c.a (?) αυτου] αυτης A επληθυναν U+05D0* (-νεν U+05D0?) ταπεινουμενην] ταπεινουμενον U+05D0AΓ* (-νην Γᵃ) τεταπεινωμενην] ταπεινου- μενην QΓ 6 αμπελος U+05D0* | εορτην] εορτας Γ
ἐπελάθετο Κύριος ἃ ἐποίησεν ἐν Σειὼν ἑορτῆς καὶ σαββάτου,
καὶ παρώξυνεν ἐνβριμήματι ὀργῆς αὐτοῦ βασιλέα καὶ ἱερέα
καὶ ἄρχοντα.
Ζάιν.
Ἀπώσατο Κύριος θυσιαστήριον αὐτοῦ, ἀπετίναξεν ἁγίασμα
αὐτοῦ,
συνέτριψεν ἐν χειρὶ αὐτοῦ τεῖχος βάρεων αὐτῆς·
φωνὴν ἔδωκαν ἐν οἴκῳ ὡς ἐν ἡμέρᾳ ἑορτῆς.
‟Ηθ.
Καὶ ἐπέστρεψεν διαφθεῖραι τεῖχος θυγατρὸς Σειών·
ἐξέτεινεν μέτρον, οὐκ ἐπέστρεψεν χεῖρα αὐτοῦ ἀπὸ κατα-
πατήματος,
καὶ ἐπένθησεν τὸ προτείχισμα, καὶ τεῖχος ὁμοθυμαδὸν ἡσθέ-
νησεν.
Tήθ.
Ἐνεπάγησαν εἰς γῆν πύλαι αὐτῆς· ἀπώλεσεν καὶ συνέτριψεν
μοχλοὺς αὐτῆς,
βασιλέα αὐτῆς καὶ ἄρχοντας αὐτῆς ἐν τοῖς ἔθνεσιν·
οὐκ ἔστιν νόμος, καί γε προφῆτι αὐτῆς οὐκ εἶδον ὄρασιν
παρὰ Κυρίου.
Ἰώδ.
Ἐκάθισαν εἰς τὴν γῆν, ἐσιώπησαν πρεσβύτεροι θυγατρὸς Σειών,
ἀνεβίβδασαν χοῦν ἐπὶ τὴν κεφαλὴν αὐτῶν, περιεζώσαντο
σάκκους,
κατήγαγον εἰς γῆν ἀρχηγοὺς παρθένους ἐν Ἰερουσαλήμ.
Χάφ.
Ἐξέλειπον ἐν δάκρυσιν οἱ ὀφθαλμοί μου, ἐταράχθη ἡ καρδία
ἐξεχύθη εἰς τὴν γῆν ἡ δόξα μου, ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς
λαοῦ μου,
ἐν τῷ ἐκλιπεῖν νήπιον καὶ θηλάζοντα ἐν πλατείαις πόλεως.
Λάβδ.
Ταῖς μητράσιν αὐτῶν εἶπαν Ιοῦ σῖτος καὶ οἶνος;
ἐν τῷ ἐκλύεσθαι αὐτοὺς ὡς τραυματίας ἐν πλατείαις πόλεως,
ἐν τῷ ἐκχεῖσθαι ψυχὰς αὐτῶν εἰς κόλπον μητέρων αὐτῶν.
Μήμ.
Γί μαρτυρήσω σοι ἡ τί ὁμοιώσω σοι, θύγατερ Ἰερουσαλήμ;
τίς σώσει καὶ παρακαλέσει σε, παρθένος θύγατερ Σειών;
ὅτι ἐμεγαλύνθη ποτήριον συντριβῆς σου· τίς ἰάσεταί σε;
Nοόν.
ΓΙροφῆταί σου εἰδοσάν σοι μάταια καὶ ἀφροσύνην,
καὶ οὐκ ἀπεκάλυψαν ἐπὶ τὴν ἀδικίαν σου τοῦ ἐπιστρέψαι
αἰχμαλωσίαν σου,
καὶ εἶδοσάν σοι λήμματα μάταια καὶ ἐξώσματα.
Σάμχ
Ἐκρότησαν ἐπὶ σέ χεῖρας πάντες οἱ παραπορευόμενοι ὁδόν,
ἐσύρισαν καὶ ἐκίνησαν τὴν κεφαλὴν αὐτῶν ἐπὶ τὴν θυγατέρα
Ἰερουσαλήμ·
αὕτη ἡ πόλις, ἐροῦσιν, στέφανος εὐφροσύνης πάσης τῆς γῆς.
Ἄιν.
Διήνοιξαν ἐπὶ σέ στόμα αὐτῶν πάντες οἱ ἐχθροί σου,
ἐσύρισαν καὶ ἔβρυξαν ὀδόντας, καὶ εἶπαν Κατεπίομεν αὐτήν·
πλὴν αὕτη ἡ ἡμέρα ἣν προσεδοκῶμεν, είρομεν αὐτήν, ἴδομεν.
Γvid πλατιαις U+05D0A 12 λαβδ] λαβεδ Bᵃᵇ λαμβδ Qᵐᵍ ως bis scr U+05D0*(improb 1⁰ U+05D0?) τραυματιες U+05D0* (-τισις U+05D0?) πλατιαις U+05D0AQ* (-τειαις Qᵃ) εκχεισθαι] χεῖ sup ras |Bᵃᵇ κολπους Q 13 ωμοιωσω U+05D0 | θυγατερ 1⁰] θυγατηρ U+05D0 | |σω- κει] + σε U+05D0ΑQ παρακαλεσει] pr τις (superscr) Bᵃᵇ θυγατερ 2⁰] θυγατρος U+05D0 | Σιων U+05D0AQ om σε 2⁰ U+05D0* (hab U+05D0?(ᵐᵍ) 14 νουν] νουμ B ειδοσαν 1⁰] 1δον A om σοι 1⁰ A επιστρεψοι] αποστρεψαι Q αιχμαλωσιαν (-σαν B* σιαν Bᵃᵇ)] pr την U+05D0 | ειδοσαν 20 ιδοσαν AQ* (ειδοσαν Qᵃ) 15 σαμχ] κα χμ A σε] σοι Q παρα πορευομενοι] διαπορ. Qmg θυγατεραν U+05D0* αυτη η πολις] αυτης η π. U+05D0* (αυτη η π. Bᵃᵇ) η αυτη η π. ῆ A ει αυτη η π. Q |στε- φανος] + δοξης Bᵃᵇᵐᵍ AQ ευφροσυνη U+05D0* (-νης c.a?Qᵐᵍ) 16 om σου U+05D0 | om και 2⁰ U+05D0Q) κατεπιομεν U+05D0* cQ] καταπ. Bᵃ καταπιωμεν U+05D0Α η ημερα] om η U+05D0 | προσ εδοκ. U+05D0* προσε δοκ. B? ειδομεν U+05D0A ιδαμεν Q* (ιδομεν Qᵃ)
Φή.
Ἐποίησεν Κύριος ἃ ἐνεθυμήθη,
συνετέλεσεν ὀήματα αὐτοῦ, ἃ ἐνετείλατο ἐξ ἡμερῶν ἀρχαίων·
καθεῖλεν καὶ οὐκ ἐφείσατο,
καὶ ηὔφρανεν ἐπὶ σέ ἐχθρόν, ὕψωσεν κέρας θλίλκδοντός σε.
Τιαδή.
Ἐβόησεν καρδία αὐτῶν πρὸς Κύριον
Γείχη Σειών, καταγάγετε ὡς χειμάρρους δάκρυα ἡμέρας καὶ
υυκτός·
μὴ δῷς ἔκνηψιν σεαυτῇ, μὴ σιωπήσαιτο, θυγάτηρ, ὁ ὀφθαλ-
μός σου.
Κώφ.
Ἀνάστα ἀγαλλίασαι ἐν νυκτὶ εἰς ἀρχὰς φυλακῆς σου,
ἕκχεον ὡς ὕδωρ καρδίαν σου ἀπέναντι προσώπου Κυρίου,
ἄρον πρὸς αὐτὸν χεῖράς σου περὶ ψυχῆς νηπίων τῶν ἐκλυο-
μένων λιμῷ ἐπʼ ἀρχῆς πασῶν ἐξόδων.
'Ρήχς.
Ἴδε, Κύριε, καὶ ἐπίcβλεψον τίνι ἐπεφύλλισας οὕτως
εἰ φάγονται γυναίκες καρπὸν κοιλίας αὐτῶν
ἐπιφυλλίδα ἐποίησεν μάγειρος· φονευθήσονται νήπιι θηλά-
ζοντα μαστούς;
ἀποκτενεῖς ἐν ἁγιάσματι Κυρίου ἱερέα καὶ προφήτην; ¶
Κσέν.
Ἐκοιμήθησαν εἰς τὴν ἔξοδον παιδάριον καὶ πρεσβύτης·
παρθένοι μου καὶ νεανίσκοι μου ἐπορεύθησαν ἐν αίχμα-
λωσία·
ἐν όομφαίᾳ καὶ ἐν λιμῷ ἀπέκτεινας, ἐν ἡμἐρᾳ ὀργῆς σου
ἐμαγείρευσας, οὐκ ἐφείσω.
Φαύ.
Ἐκάλεσεν ἡμέραν ἑορτῆς παροικίας μου κυκλόθεν,
καὶ οὐκ ἐγένοντο ἐν ἡμέρᾳ ἀργῆς Κυρίου ἀνασωζόμενος καὶ
καταλελειμμένος,
ὁὡς ἐπεκράτησα καὶ ἐπλήθυνα ἐχθρούς μου πάντας.