Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Numbers

    Chapter 34

    Old Testament

    Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων λέγων

    Ἔντειλαι τοῖς Ἰσραὴλ καὶ ἐρεῖς πρὸς αὐτούς Ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανάαν· αὕτη ἔσται ὑμῖν εἰς τὴν κληρονομίαν, γῆ Χανάαν σὺν τοῖς ὁρίοις αὐτῆς.

    καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σεῖν ἕως ἐχόμενον Ἐδώμ, καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν·

    καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ἀκραβείν, καὶ παρελεύσεται Ἐννάκ, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδὴς τοῦ Βαρνή, καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Ἀράδ, καὶ παρελεύσεται Ἀσεμῶνα.

    καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ἀσεμῶνα χειμάρρουν Αἰγύπτου, καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα.

    καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν· ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ, τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης.

    καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν· ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὐμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος·

    καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς, εἰσπορευομένων εἰς Ἑμάθ, καὶ ἔσται ἡ διέξοδος αὐτῶν τὰ ὅρια Σαράδακ·

    καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρῶνα, καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ἁρσεναεἰμ· τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ.

    καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ἁρσεναεὶν Σεπφάμαρ·

    καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφάμαρ βῆλά ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς, καὶ καταβήσεται τὰ δρία βῆλά ἐπὶ νώτου θαλάσσης Χενάρα ἀπὸ ἀνατολῶν.

    καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ἰορδάνην, καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή. αὕτη ὑμῖν ἔσται ἡ γῆ καὶ τὰ δρία αὐτῆς κύκλω.

    καὶ

    ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ λέγων Αὕτη ἡ γῆ ἣν κατακληρο- νομήσετε αὐτὴν μετὰ κλήρου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασσή·

    ὅτι ἔλαβεν φυλὴ υἱῶν Ῥουβὴν καὶ φυλὴ υἱῶν Γὰδ κατ’ οἴκους πατριῶν αὐτῶν, καὶ τὸ ἥμισυ φυλῆς Μανασσὴ ἀπέλαβον τοὺς κλήρους αὐτῶν·

    δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ἰορδάνου κατὰ Ἰερειχὼ ἀπὸ νότου κατ’ ἀνατολάς.

    Καὶ ἐλάλησεν Κύριος πρὸς Μωυσὴν λέγων

    Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν, Ἐλεαζὰρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυή.

    καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονοὑμῖν τὴν γῆν.

    καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν· τῆς φῦ. λῆς Ἰούδα, Χαλὲβ υἱὸς Ἰεφοννή·

    τῆς φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σεμιούδ·

    τῆς φυλῆς Βενιαμείν, Ἐλδὰδ υἱὸς Χασλών·

    τῆς φυλῆς Δάν, ἄρχων Βακχεὶρ υἱὸς Ἐγλεί·

    τῶν υἱῶν Ἰωσὴφ φυλῆς ανασσή, ἄρχων Ανειὴλ υἱὸς Σουφί·

    τὴς φυλῆς υἱῶν Ἐφράιμ, Καμουὴλ υἱὸς Σαβαθά·

    τὴς φυλῆς Ζαβουλών, ἄρχων Ἐλεισαφὰν υἱὸς Φαρνάχ·

    τῆς φυλῆς υἱῶν Ἰσσαχὰρ, ἄρχων Φαλτειὴλ υἱὸς Ὀζά·

    τῆς φυλῆς υἱῶν Ἀσήρ, ἄρχων Ἀχιὼρ υἱὸς Σελεμεί·

    τῆς φυλῆς Νεφθαλεί, ἄρχων Φαδαὴλ υἱὸς Βενιαμειούδ.

    τούτοις ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ἰσραὴλ ἐν γῆ Χανάαν.