Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Proverbs

    Chapter 15

    Old Testament

    ὀργὴ ἀπόλλυσιν καὶ φρονίμους,

    ἀπόκρισις δὲ ὑποπίπτουσα ἀποστρέφει θυμόν,

    λόγος δὲ λυπηρὸς ἐγείρει ὀργάς.

    γλῶσσα σοφῶν καλὰ ἐπίσταται,

    στόμα δὲ ἀφρόνων ἀναγγελεῖ κακά.

    ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου·

    σκοπεύουσιν κακούς τε καὶ ἀγαθούς.

    ἴασις γλώσσης δένδρον ζωῆς,

    ὁ δὲ συντηρῶν αὐτὴν πλησθήσεται πνεύματος.

    ἄφρων μυκτηρίζει παιδίαν πατρός,

    ὁ δὲ φυλάσσων ἐντολὰς πανουργότερος.

    ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς πολλή,

    οἱ δὲ ἀσεβεῖς ὁλόριζοι ἐκ γῆς ἀπολοῦνται·

    οἴκοις δικαίων ἰσχὺς πολλή,

    καρποὶ δὲ ἀσεβῶν ἀπολοῦνται.

    χείλη σοφῶν δέδεται αἰσθήσει,

    καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς.

    θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίῳ,

    εὐχαὶ δὲ κατευθυνόντων δεκταὶ παρʼ αὐτῷ.

    βδέλυγμα Κυρίῳ ὁδοὶ ἀσεβοῦς,

    διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ.

    παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων,

    οἱ δὲ μισοῦντες ἐλέγχους τελευτῶσιν αἰσχρῶς.

    ᾅδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ κυρίῳ,

    πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων;

    οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν,

    μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει.

    καρδίας εὐφραινομένης πρόσωπον θάλλει,

    ἐν δὲ λύπαις οὔσης σκυθρωπάζει.

    καρδία ὀρθὴ ζητεῖ αἴσθησιν,

    στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά.

    πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά,

    οἱ δὲ ἀγαθοὶ ἡσυχάσουσιν διὰ παντός.

    κρείσσων μικρὰ μερὶς μετὰ φόβου Κυρίου

    ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας.

    κρείσσων ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν

    ἢ παράθεσις μόσχων μετὰ ἔχθρας.

    ἀνὴρ θυμώδης παρασκευάζει μάχας,

    μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπρᾳύνει·

    μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις,

    ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον.

    ὁδοὶ ἀεργῶν ἐστρωμέναι ἀκάνθαις,

    αἱ δὲ τῶν ἀνδρείων τετριμμέναι.

    υἱὸς σοφὸς εὐφραίνει πατέρα,

    υἱὸς δὲ ἄφρων μυκτηρίζει μητέρα αὐτοῦ.

    ἀνοήτου τρίβοι ἐνδεεῖς φρενῶν,

    ἀνὴρ δὲ φρόνιμος κατευθύνων πορεύεται.

    ὑπερτίθενται λογισμοὺς οἱ μὴ τιμῶντες συνέδρια,

    ἐν δὲ καρδίαις βουλευομένων μένει βουλή.

    οὐ μὴ ὑπακούσῃ ὁ κακὸς αὐτῇ,

    U+05D0A 13 ουσης BᵃᵇU+05D0] ουσαις B* ουσα A 14 απαιδευτων] ασεβων U+05D0* (απαιδ. U+05D0c.a) 15 ησυχαζουσιν A 17 om μετα 1⁰ A | μετα 2⁰] μετ A 8 a κρισις U+05D0A 21 ανηρ δε φρονιμος] ο δε φρ. ανηρ U+05D0 22 υπερτι- ??ονται U+05D0* (-θενται U+05D0c.a) | τιμωτες U+05D0* (-ντες U+05D0c.a) 23 ου] υ A* (pr ο Aᵃ?ᵐᵍ) | κακος] ακακος U+05D0c.a

    οὐδὲ μὴ εἴπῃ καίριόν τι καὶ καλὸν τῷ κοινῷ.

    ὁδοὶ ζωῆς διανοήματα συνετοῦ,

    ἵνα ἐκκλίνας ἐκ τοῦ ᾅδου σωθῇ.

    οἴκους ὑβριστῶν κατασπᾷ Κύριος,

    ἐστήρισεν δὲ ὅριον χήρας.

    βδέλυγμα Κυρίῳ λογισμὸς ἄδικος,

    ἁγνῶν δὲ ῥήσεις σεμναί.

    ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήμπτης,

    ὁ δὲ μισῶν δώρων λήμψεις σώζεται.

    (6)ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι,

    τῷ δὲ φόβῳ Κυρίου ἐκκλίνει πᾶς ἀπὸ κακοῦ.

    καρδίαι δικαίων μελετῶσιν πίστεις,

    στόμα δὲ ἀσεβῶν ἀποκρίνεται κακά.

    (7)δεκταὶ παρὰ Κυρίῳ ὁδοὶ ἀνθρώπων δικαίων,

    διὰ δὲ αὐτῶν καὶ οἱ ἐχθροὶ φίλοι γίνονται.

    μακρὰν ἀπέχει ὁ θεὸς ἀπὸ ἀσεβῶν,

    εὐχαῖς δὲ δικαίων ἐπακούει.

    §(8)κρείσσων ὀλίγη λῆμψις μετὰ δικαιοσύνης

    ἢ πολλὰ γενήματα μετὰ ἀδικίας.