Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Proverbs

    Chapter 18

    Old Testament

    προφάσεις ζητεῖ ἀνὴρ βουλόμενος χωρίζεσθαι ἀπὸ φίλων,

    ἐν παντὶ δὲ καιρῷ ἐπονείδιστος ἔσται.

    οὐ χρείαν ἔχει σοφίας ἐνδεὴς φρενῶν,

    μᾶλλον γὰρ ἄγεται ἀφροσύνῃ.

    ὅταν ἔλθῃ ἀσεβὴς εἰς βάθος κακῶν, καταφρονεῖ,

    ἐπέρχεται δὲ αὐτῷ ἀτιμία καὶ ὄνειδος.

    ὕδωρ βαθὺ λόγος ἐν καρδίᾳ ἀνδρός,

    ποταμὸς δὲ ἀναπηδύει καὶ πηγὴ ζωῆς.

    θαυμάσαι πρόσωπον ἀσεβοῦς οὐ καλόν,

    οὐδὲ ὅσιον ἐκκλίνειν τὸ δίκαιον ἐν κρίσει.

    χείλη ἄφρονος ἄγουσιν αὐτὸν εἰς κακά,

    τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται.

    στόμα ἄφρονος συντριβὴ αὐτῷ,

    τὰ δὲ χείλη αὐτοῦ παγὶς τῇ ψυχῇ αὐτοῦ.

    ὀκνηροὺς καταβάλλει φόβος,

    ψυχαὶ δὲ ἀνδρογύνων πεινάσουσιν.

    ὁ μὴ ἰώμενος αὐτὸν ἐν τοῖς ἔργοις αὐτοῦ

    ἀδελφός ἐστιν τοῦ λυμαινομένου ἑαυτόν.

    ἐκ μεγαλωσύνης ἰσχύος ὄνομα Κυρίου,

    αὐτῷ δὲ προσδραμόντες δίκαιοι ὑψοῦνται.

    ὕπαρξις πλουσίου ἀνδρὸς πόλις ὀχυρά,

    §ἡ δὲ δόξα αὐτῆς μέγα ἐπισκιάζει.

    πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός,

    καὶ πρὸ δόξης ταπεινοῦται.

    ὃς ἀποκρίνεται λόγον πρὶν ἀκοῦσαι,

    ἀφροσύνη αὐτῷ ἐστιν καὶ ὄνειδος.

    θυμὸν ἀνδρὸς πρᾳύνει θεράπων φρόνιμος,

    ὀλιγόψυχον δὲ ἄνδρα τίς ὑποίσει;

    καρδία φρονίμου κτᾶται αἴσθησιν,

    ὦτα δὲ σοφῶν ζητεῖ ἔννοιαν.

    δόμα ἀνθρώπου ἐμπλατύνει αὐτόν,

    καὶ παρὰ δυνάσταις καθιζάνει αὐτόν.

    δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ·

    ὡς δ᾿ ἂν ἐπιβάλῃ ὁ ἀντίδικος, ἐλέγχεται.

    ἀντιλογίας παύει σιγηρός,

    ἐν δὲ δυναστείαις ὁρίζει.

    U+05D0* (-γυνων U+05D0c.a) 9 αυτον] εαυτον U+05D0c.aA 10 Κυριου] κω (κυ U+05D0c.a) | om δε U+05D0* (hab U+05D0c.a) | προσδραμουντες U+05D0* (-μοντες U+05D0?) 11 υπαρξεις A | μεγα] μεγαλα U+05D0c.a | επισκιαζει] επισκειασει A 13 αυτω bis scr A | εστι C 14 υποισει] οιποισει U+05D0* (υπ. U+05D0 c.a) 16 ενπλατυνει U+05D0 (-νι) AC 18 σιγηρος] adpinx κληρος U+05D0c.a mg | δυναστιαις U+05D0 δυνασταις AC

    ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος ὡς πόλις ὀχυρὰ καὶ ὑψηλή,

    ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον.

    ἀπὸ καρπῶν στόματος ἀνὴρ πίμπλησιν κοιλίαν αὐτοῦ,

    ἀπὸ δὲ καρπῶν χειλέων αὐτοῦ ἐμπλησθήσεται.

    θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης,

    οἱ δὲ κρατοῦντες αὐτῆς ἔδονται τοὺς καρποὺς αὐτῆς.

    ὃς εὗρεν γυναῖκα ἀγαθὴν εὗρεν χάριτας,

    ἔλαβεν δὲ παρὰ θεοῦ ἱλαρότητα·

    ὃς ἐκβάλλει γυναῖκα ἀγαθὴν ἐκβάλλει τὰ ἀγαθά,

    ὁ δὲ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής.

    ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ,

    τὸν δὲ θεὸν αἰτιᾶται τῇ καρδίᾳ αὐτοῦ.