Chapter 27
Hellenistic Old Testament Greekμὴ καυχῶ τὰ εἰς αὔριον,
οὐ γὰρ γινώσκεις τί τέξεται ἡ ἐπιοῦσα.
19 ουτω U+05D0 | οραθωσιν] φοραθωσιν U+05D0c.a φωραθωσιν A 20 διθυμος] οξυθυμος U+05D0c.aA 21 ανθραξι U+05D0 22 κερκωπων] κεκωρπων B* | ταμεια Bᵃᵇ (ταμια BU+05D0)] ταμιεια A | σπλαγχνων] κοιλιας U+05D0c.a 23 λεια] δολια U+05D0 24 χειλεσι C | αποκλαιομενος] pr ο A | εχθρους] εχθρος BᵃᵇAC | τη καρδια] om τη U+05D0 | λογους] δολους Bᵃᵇᵐᵍ Aᵃ?C δολος A 25 πεισθης] + αυτω AC | γαρ] +εισιν BᵃᵇᵐᵍU+05D0A + εισι C | ψυχη] καρδια AC 26 συνιστησι C | ενκαλυπτει (εγκ. Bᵃᵇ) B* U+05D0c.a] συνκαλυπτει U+05D0* εκκαλυπτει AC | συνε- δριοις Bᵇ (-δρειοις BU+05D0)] συνεδριω U+05D0c.aAC 27 ορυσσον U+05D0* (- σων U+05D01fort c.a) | βοθρον] βοθυνον U+05D0 | εαυτον] εαυτου C 28 ποιει] μιοιει (sic) A*vid
ἐγκωμιαζέτω σε ὁ πέλας καὶ μὴ τὸ σὸν στόμα,
ἀλλότριος καὶ μὴ τὰ σὰ χείλη.
βαρὺ λίθος καὶ δυσβάστακτον ἄμμος,
ὀργὴ δὲ ἄφρονος βαρυτέρα ἀμφοτέρων.
ἀνελεήμων θυμὸς καὶ ὀξεῖα ὀργή,
ἀλλ᾿ οὐδένα ὑφίσταται ζῆλος.
κρείσσους ἔλεγχοι ἀποκεκαλυμμένοι κρυπτομένης φιλίας.
ἀξιοπιστότερά ἐστιν τραύματα φίλου
ἢ ἑκούσια φιλήματα ἐχθροῦ.
ψυχὴ ἐν πλησμονῇ οὖσα κηρίοις ἐμπαίζει,
ψυχῇ δὲ ἐν ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται.
ὥσπερ ὅταν ὄρνεον καταπετασθῇ ἐκ τῆς ἰδίας νοσσιᾶς,
οὕτως ἄνθρωπος δουλοῦται ὅταν ἀποξενωθῇ ἐκ τῶν ἰδίων
τόπων.
μύροις καὶ οἴνοις καὶ θυμιάμασιν τέρπεται καρδία,
καταρήγνυται δὲ ὑπὸ συμπτωμάτων ψυχή.
φίλον σὸν ἢ φίλον πατρῷον μὴ ἐγκαταλίπῃς,
εἰς δὲ τὸν οἶκον τοῦ ἀδελφοῦ σου μὴ εἰσέλθῃς ἀτυχῶν·
κρείσσων φίλος ἐγγὺς ἢ ἀδελφὸς μακρὰν οἰκῶν.
Σοφὸς γίνου, υἱέ, ἵνα σου εὐφραίνηται ἡ καρδία,
καὶ ἀπόστρεψον ἀπὸ σοῦ ἐπονειδίστους λόγους.
πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη,
ἄφρονες δὲ ἐπελθόντες ζημίαν τίσουσιν.
ἀφελοῦ τὸ ἱμάτιον αὐτοῦ, παρῆλθεν γάρ·
ὑβριστὴς ὅστις τὰ ἀλλότρια λυμαίνεται.
ὃς ἂν εὐλογῇ φίλον τὸ πρωὶ μεγάλῃ τῇ φωνῇ,
καταρωμένου οὐδὲν διαφέρειν δόξει.
σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ χειμερινῇ ἐκ τοῦ
οἴκου·
ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου.
βορέας σκληρὸς ἄνεμος,
ὀνόματι δὲ ἐπιδέξιος καλεῖται.
σίδηρος σίδηρον ὀξύνει,
ἀνὴρ δὲ παροξύνει πρόσωπον ἑταίρου.
ὃς φυτεύει συκῆν φάγεται τοὺς καρποὺς αὐτῆς,
ὃς δὲ φυλάσσει τὸν ἑαυτοῦ κύριον τιμηθήσεται.
ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις,
οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων.
ᾅδης καὶ ἀπώλεια οὐκ ἐμπίμπλανται,
ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν ἀνθρώπων ἄπληστοι.
aβδέλυγμα Κυρίῳ στηρίζων ὀφθαλμόν.
καὶ οἱ ἀπαίδευτοι ἀκρατεῖς γλώσσῃ.
δοκίμιον ἀργύρῳ καὶ χρυσῷ πύρωσις,
ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος ἐγκωμιαζόντων αὐτόν.
aκαρδία ἀνόμου ἐκζητεῖ κακά,
καρδία δὲ εὐθὴς ζητεῖ γνῶσιν.
ἐὰν μαστιγοῖς ἄφρονα ἐν μέσῳ συνεδρίου ἀτιμάζων,
οὐ μὴ περιέλῃς τὴν ἀφροσύνην αὐτοῦ.
Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου,
καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις·
ὅτι οὐ τὸν αἰῶνα ἀνδρὶ κράτος καὶ ἰσχύς,
οὐδὲ παραδίδωσιν ἐκ γενεᾶς εἰς γενεάν.
ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν καὶ κερεῖς πόαν,
καὶ σύναγε χόρτον ὀρινόν, 26ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν·
τίμα πεδίον, ἵνα ὦσίν σοι ἄρνες.
υἱέ, παρʼ ἐμοῦ ἔχεις ῥήσεις ἰσχυρὰς εἰς τὴν ζωήν σου
καὶ εἰς τὴν ζωὴν σῶν θεραπόντων.