Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Proverbs

    Chapter 29

    Old Testament

    κρείσσων ἀνὴρ ἐλέγχων ἀνδρὸς σκληροτραχήλου,

    ἐξαπίνης γὰρ φλεγομένου αὐτοῦ οὐκ ἔστιν ἴασις.

    ἐγκωμιαζομένων δικαίων εὐφρανθήσονται λαοί,

    U+05D0* (-ως U+05D0c.a) | εμπλακησεται] εμπλακησετ sup ras B¹fort 20 αξιοπιστο- τερος A 24 αποβαλλεται] αποβιαζεται A 25 απιστος] απληστος A | ος] ο U+05D0* (ος U+05D0c.a) 27 πτωχοις] pro ο inst θ U+05D0? | απορεια U+05D0 28 στε- νουσιν U+05D0A | απωλια U+05D0 XXIX 1 εστιν] εσται U+05D0A 2 εγκωμιαζομενων δικαιων] εγκωμιαζομενου δε δικαιου A

    ἀρχόντων δε ἀσεβῶν στένουσιν ἄνδρες.

    ἀνδρὸς φιλοῦντος σοφίαν εὐφραίνεται πατὴρ αὐτοῦ,

    ὃς δὲ ποιμαίνει πόρνας ἀπολεῖ πλοῦτον.

    βασιλεὺς δίκαιος ἀνίστησιν χώραν,

    ἀνὴρ δὲ παράνομος κατασκάπτει.

    ὃς παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον,

    περιβάλλει αὐτὸ τοῖς ἑαυτοῦ ποσίν.

    ἁμαρτάνοντι ἀνδρὶ μεγάλη παγίς,

    δίκαιος δὲ ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται.

    ἐπίσταται δίκαιος κρίνειν πενιχροῖς,

    ὁ δὲ ἀσεβὴς οὐ νοεῖ γνῶσιν,

    καὶ πτωχῷ οὐχ ὑπάρχει νοῦς ἐπιγνώμων.

    ἄνδρες ἄνομοι ἐξέκαυσαν πόλιν,

    σοφοὶ δὲ ἀπέστρεψαν ὀργήν.

    ἀνὴρ σοφὸς κρίνει ἔθνη,

    ἀνὴρ δὲ φαῦλος ὀργιζόμενος καταγελᾶται καὶ οὐ

    καταπτήσσει.

    ἄνδρες αἱμάτων μέτοχοι μισοῦσιν ὅσιον,

    οἱ δὲ εὐθεῖς ἐκζητήσουσιν ψυχὴν αὐτοῦ.

    ὅλον τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων,

    σοφὸς δὲ ταμιεύεται κατὰ μέρος.

    βασιλέως ἐπακούοντος λόγον ἄδικον,

    πάντες οἱ ὑπʼ αὐτὸν παράνομοι.

    δανιστοῦ καὶ χρεοφιλέτου ἀλλήλοις συνελθόντων,

    ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ κύριος.

    βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχούς,

    ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον κατασταθήσεται.

    πληγαὶ καὶ ἔλεγχοι διδόασιν σοφίαν,

    παῖς δὲ πλανώμενος αἰσχύνει γονεῖς αὐτοῦ.

    πολλῶν ὄντων ἀσεβῶν πολλαὶ γίνονται ἁμαρτίαι,

    οἱ δὲ δίκαιοι ἐκείνων πιπτόντων κατάφοβοι γίνονται.

    παίδευε υἱόν σου καὶ ἀναπαύσει σε,

    καὶ δώσει κόσμον τῇ ψυχῇ σου.

    οὐ μὴ ὑπάρξῃ ἐξηγητὴς ἔθνει παρανόμῳ,

    ὁ δὲ φυλάσσων τὸν νόμον μακαριστός.

    λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός·

    ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλʼ οὐχ ὑπακούσεται.

    ἐὰν ἴβῃς ἄνδρα ταχὺν ἐν λόγοις,

    γίνωσκε ὅτι ἐλπίδα ἔχει μᾶλλον ἄφρων αὐτοῦ.

    ὃς κατασπαταλᾷ ἐκ παιδὸς οἰκέτης ἔσται,

    ἔσχατον δὲ ὀδυνηθήσεται ἐφʼ ἑαυτῷ.

    ἀνὴρ θυμώδης ἐγείρει νεῖκος,

    ἀνὴρ δὲ ὀργίλος ἐξώρυξεν ἁμαρτίας.

    ὕβρις ἄνδρα ταπεινοῖ,

    τοὺς δὲ ταπεινόφρονας ἐρείδει δόξῃ Κύριος.

    ὃς μερίζεται κλέπτῃ, μισεῖ τὴν ἑαυτοῦ ψυχήν·

    ἐὰν δὲ ὅρκου προτεθέντος ἀκούσαντες μὴ ἀναγγείλωσιν,

    φοβηθέντες καὶ αἰσχυνθέντες ἀνθρώπους ὑπεσκελίσθησαν·

    ὁ δὲ πεποιθὼς ἐπὶ Κυρίῳ εὐφρανθήσεται.

    ἀσέβεια ἀνδρὶ δίδωσιν σφάλμα,

    ὃς δὲ πέποιθεν ἐπὶ τῷ δεσπότῃ σωθήσεται.

    πολλοὶ θεραπεύουσιν πρόσωπα ἡγουμένων,

    παρὰ δὲ Κυρίου γίνεται τὸ δίκαιον ἀνδρί.

    βδέλυγμα δίκαιος ἀνὴρ ἀδίκῳ,

    βδέλυγμα δὲ ἀνόμῳ κατευθύνουσα ὁδός.

    Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;

    τιμιωτέρα δέ ἐστιν λίθων πολυτελῶν ἡ τοιαύτη.

    θαρσεῖ ἐπʼ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς,

    ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει·

    ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον.

    μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εδχρηστον ταῖς χερσὶν

    αὐτῆς.

    20 ταχυν] τραχυν Bᵃᵇ | αφρων] pr ο U+05D0A 22 εγειρει] ορυσσει U+05D0A 23 ερειδει U+05D0A] εριζει B εγιρι U+05D0 c.a 24 μεριζεται] εριζεται U+05D0 συνμεριζεται U+05D0c.a | αναγγειλωσι U+05D0 25 υπεσκελισθησαν] υποσκελισθησονται A | Κυριω] κν A | ος δε πεποιθεν] ο δε πεποιθως A | δεσποτη] σωτηρι U+05D0 27 αοι- κω] pr ανδρι BᵃᵇU+05D0A 28 ανδριαν U+05D0A | om η τοιαυτη U+05D0 29 θαρρει U+05D0 | αυτη] αυτην U+05D0A 30 αγαθα] αγαθον και ου κακον A 31 ευχρη- στα A

    ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν·

    συνάγει δὲ αὕτη τὸν βίον,

    καὶ ἀνίσταται ἐκ νυκτῶν.

    καὶ ἔδωκεν βρώματα τῷ οἴκῳ

    καὶ ἔργα ταῖς θεραπαίναις.

    θεωρήσασα γεώργιον ἐπρίατο,

    ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσεν κτῆμα.

    ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς

    ἤρεισεν τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.

    καὶ ἐγεύσατο ὅτι καλόν ἐστιν τὸ ἐργάζεσθαι,

    καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα.

    τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,

    τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον.

    χεῖρας δὲ αὐτῆς διήνοιξεν πένητι,

    καρπὸν δὲ ἐξέτεινεν πτωχῷ.

    οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς ὅταν που χρονίζῃ,

    πάντες γὰρ οἱ παρʼ αὐτῆς ἐνδιδύσκονται.

    δισσὰς χλαίνας ἐποίησεν τῷ ἀνδρὶ αὐτῆς,

    ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα.

    περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς,

    ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων

    τῆς γῆς.

    σινδόνας ἐποίησεν καὶ ἀπέδοτο,

    περιζώματα τοῖς Χαναναίοις.

    στόμα αὐτῆς διήνοιξεν προσεχόντως καὶ ἐννόμως,

    καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς.

    ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο,

    καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

    στεγναὶ διατριβαὶ οἴκων αὐτῆς,

    σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν.

    τὸ στόμα δὲ ἀνοίγει σοφοῖς νομοθέσμως,

    ἡ δὲ ἐλεημοσύνη αὐτῆς ⁴⁶ἀνέστησεν τὰ τέκνα αὐτῆς καὶ

    ἐπλούτησαν,

    καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν

    Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον,

    πολλαὶ ἐποίησαν δυνατά·

    σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας.

    §⁴⁸ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός·

    γυνὴ γὰρ συνετὴ εὐλογεῖται,

    φόβον δὲ Κυρίου αὕτη αἰνείτω.

    δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς,

    καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

    νομοθεσμους U+05D0* (-σμως U+05D0c.a) 46 ανεστησε U+05D0 47 δυνατα] δυναμιν BᵃᵇU+05D0c.a | υπερηρες U+05D0 48 αρεσκιαι U+05D0 | om γυναικος C Subscr παροιμιαι B π. Σαλομωντος U+05D0 π. Σολομωντος A π. Σολομωντος παρα εβδομηκοντα C Stich 1930 B 1915 U+05D0 1924 A