Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 4

    Old Testament

    Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυείδ.

    Ἐν τῷ ἐπικαλεῖσθαί με εἰσήκουσέν μου ὁ θεὸς τῆς δικαιοσύνης

    μου,

    ἐν θλίψει ἐπλάτυνάς μοι·

    οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.

    υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι;

    ἵνα τί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; διἁψαλμα.

    καὶ γνῶτε ὅτι ἐθαυμάστωσεν Κύριος τὸν ὅσιον αὐτοῦ·

    Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.

    ὀργίζεσθε καὶ μὴ ἁμαρτάνετε·

    ἃ λέγετε ἐν καρδία, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε.

    διάψαλμα.

    θύσατε θυσίαν δικαιοσύνης, καὶ ἐλπίσατε ἐπὶ Κύριον.

    πολλοὶ λέγουσιν Τίς δείξει ἡμῖν τὰ ἀγαθά;

    ἐσημειώθη ἐφʼ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε·

    ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου,

    ἀπὸ καρποῦ σίτου καὶ οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.

    ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω·

    ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπὶ ἐλπίδι κσυῴκισάς με.

    5 επηκουσεν] εισηκουσεν AR 6 εγω] + δε A | αντελαβετο U+05D0* (αντιλημψ. U+05D0c.a) 7 κυκλων A | συνεπιτιθεμενων U+05D0AR 8 του (sic) εχθραινοντας (αιν (ι sup ras] Aᵃ vid) A — Stich 16 B 15 U+05D0AR IV 1 εν ψαλμοις] μος AR | om ωδη A ωδης R | τω Δ.] του Δ. R 3 βαρυκαρδιοι] υ sup ras 2 forte litt Aa | ματαιο- τητας A 5 καρδια] ταις διαις υμων BᵃᵇU+05D0AR | επι] pr και R | κατανοιγητε A 9 κοιμηθησομαι] ο sup ras Aᵃ | επι 2°] επ AR — Stich 16 BU+05D0A 17 R