Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 102

    Old Testament

    Τῷ Δαυείδ.

    Εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον.

    καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.

    εὐλόγει ἡ ψυχὴ μου τὸν κύριον.

    καὶ μὴ ἐπιλανθάνου πάσας τὰς αἰνέσεις αὐτοῦ·

    τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου,

    τὸν ἰώμενον πάσας τὰς νόσους σου·

    τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου.

    τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτειρμοίς.

    τὸν ἐμπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου·

    ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.

    ποιῶν ἐλεημοσύνας ὁ κύριος,

    καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις.

    ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ.

    τοῖς υἱοῖς Ἰσραὴλ τὰ θελήματα αὐτοῦ.

    οἰκτείρμων καὶ ἐλεήμων ὁ κύριος.

    μακρόθυμος καὶ πολυέλεος.

    οὐκ εἰς τέλος ὀργισθήσεται,

    οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ

    οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν,

    οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν.

    ὅτι κατὰ τὸ ὄψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς

    ἐκραταίωσεν Κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς φοβουμένους

    αὐτόν·

    καθʼ ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,

    ἐμάκρυνεν ἀφʼ ἡμῶν τὰς ἀνομίας ἡμῶν.

    καὶ καθὼς οἰκτείρει πατὴρ υἱούς,

    οἰκτείρησεν Κύριος τοὺς φοβουμένους αὐτόν,

    CII 1 τω Δ.] pr ψαλμος T 2 επιλανθανε R* | αινεσεις] αποδοσις U+05D0 αντα- ποδοσεις AR T 4 οικτειρμοις] οικτιρμοις BᵇU+05D0c.a οικτιρμω U+05D0* 5 εμπι- πλωντα BᵇAΤ ενπιμπλωντα R 6 πασιν AT 7 τω Μωυση] om τω U+05D0* (hab U+05D0c.a) U+05D0 οικτρμων Bᵇ (‟et alias”) T | πολυελεος] + κ αληθεινος Aᵃ?(ᵐᵍ) 11 κς (sic) T | om αυτου R* (hab Rᵃ) 12 ανομιας] αμαρ- τιας R 13 om και U+05D0c.aART | οικτειρησεν] ωκτειρησεν Bᵃb pr ουτως R*

    ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν·

    μνήσθητι ὅτι χοῦς ἐσμεν.

    ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·

    ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει.

    ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει,

    καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.

    τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος

    ἐπὶ τοὺς φοβουμένους αὐτόν·

    καὶ ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν·

    τοῖς φυλάσσουσιν τὴν διαθήκην αὐτοῦ,

    καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.

    Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν θρόνον αὐτοῦ,

    καὶ ἡ βασιλεία αὐτοῦ πάντων δεσπόζει.

    εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,

    δυνατοὶ ἰσχύι, ποιοῦντες τὸν λόγον αὐτοῦ,

    τοῦ ἀκοῦσαι τῆς φωνῆς τῶν λόγων αὐτοῦ.

    εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,

    λειτουργοὶ αὐτοῦ ποιοῦντες τὰ θελήματα αὐτοῦ.

    εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ

    ἐν παντὶ τόπῳ τῆς δυναστείας αὐτοῦ·

    εὐλόγει, ἡ ψυχὴ μου, τὸν κύριον.