Chapter 116
Hellenistic Old Testament GreekἉλληλουιά.
Ἐξομολογεῖσθε τῷ κυρίῳ, ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
εἰπάτω δὴ οἶκος Ἰσραὴλ ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ·
εἰπάτω δὴ οἶκος Ἀαρὼν ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
in mg Aa | διερηξας T 8 σοι] συ T | αινεσεως] + και εν ονοματι κυ και επι- καλεσομαι U+05D0c.a και εν ονοματι κυ επικαλεσομαι A (και...κυ sup ras Aa) + και εν ον. κυ επικαλεσωμαι 9 τω κω αποδωσω U+05D0c.a ART 9— 10 εν αυλαις οικου Κυριου εναντιον παντος του λαου αυτου R 10 κυ (sic) Tedit. — Stich 14 U+05D0T 16 A 13 R CXVI 1 αινεσατωσαν] επαινεσαται U+05D0c.aT (-τε) Ӄ (Aᵃ?⁽ᵐᵍ) επεναισατωσαν A και επαινεσατε R 2 εφ ημας το ελαιος (? ελεος R) αυτου AR | η αληθεια (-θια U+05D0)] om η R* (hab Rᵃ) | του κυριου] om του T Stich 4 U+05D0ART CXVII 3 αυτου] + (4) ειπατωσαν δη παντες οι φοβουμενοι τον κν| οτι εις τον αιωνα το ελαιος αυτου A ειπατωσαν δη π. οι φοβ. τον κυριον οτι αγαθος οτι εις τ. αιωνα το ελεος αυτου RT
ἐν θλίψει ἐπεκαλεσάμην τὸν κύριον,
καὶ ἐπήκουσέν μοι εἰς πλατυσμόν.
Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι·
τί ποιήσει μοι ἄνθρωπος;
Κύριος ἐμοὶ βοηθός,
κἀγὼ ἐπόψομαι τοὺς ἐχθρούς μου.
ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον
ἢ πεποιθέναι ἐπʼ ἄνθρωπον·
ἀγαθὸν ἐλπίζειν ἐπὶ Κύριον
ἢ ἐλπίζειν ἐπʼ ἄρχοντας.
πάντα τὰ ἔθνη ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
κυκλώσαντες ἐκύκλωσάν με,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς·
ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον,
καὶ ἐξεκαύθησαν ὡσεὶ πῦρ ἐν ἀκάνθαις,
καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
ὠσθεὶς ἀνετράπην τοῦ πεσεῖν,
καὶ Κύριος ἀντελάβετό μου.
ἰσχύς μου καὶ ὕμνησίς μου ὁ κύριος,
καὶ ἐγένετό μοι εἰς σωτηρίαν.
φωνὴ ἀγαλλιάσεως καὶ σωτηρίας ἐν σκηναῖς δικαίων.
δεξιὰ Κυρίου ἐποίησεν δύναμιν,
δεξιὰ Κυρίου ὕψωσέν με.
οὐκ ἀποθανοῦμαι ἀλλὰ ζήσομαι.
καὶ ἐκδιηγήσομαι τὰ ἔργα Κυρίου.
παιδεύων ἐπαίδευσέν με Κύριος,
καὶ τῷ θανάτῳ οὐ παρέδωκέν με.
ἀνοίξατέ μοι πύλας δικαιοσύνης·
εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ.
αὕτη ἡ πύλη τοῦ κυρίου,
δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ.
ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
καὶ ἐγένου μοι εἰς σωτηρίαν.
λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες,
οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας·
παρὰ Κυρίου ἐγένετο αὕτη,
καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
αὕτη ἡμέρα ἣν ἐποίησεν Κύριος·
ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ.
ὦ Κύριε σῶσον
ὦ Κύριε, εὐόδωσον δή.
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου·
εὐλογήκαμεν ὑμᾶς ἐξ οἴκου Κυρίου.
θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν·
συστήσασθε ἑορτὴν ἐν τοῖς πυκάζουσιν
ἕως τῶν κεράτων τοῦ θυσιαστηρίου.
θεός μου εἶ σύ, καὶ ἐξομολογήσομαί σοι·
θεός μου εἶ σύ, καὶ ὑψώσω σε·
ἐξομολογήσομαί σοι, ὅτι ἐπήκουσάς μου
καὶ ἐγένου μοι εἰς σωτηρίαν.
ἐξομολογεῖσθε τῷ κυρίχῳ, ὅτι ἀγαθός,
ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.