Chapter 125
Hellenistic Old Testament Greekᾨδὴ τῶν ἀναβαθμῶν.
Ἐν τῷ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν Σιὼν
ἐγενήθημεν ὡς παρακεκλημένοι.
τότε ἐπλήσθη χαρᾶς τὸ στόμα ἡμῶν
καὶ ἡ γλῶσσα ἡμῶν ἀγαλλιάσεως·
τότε ἐροῦσιν ἐν τοῖς ἔθνεσιν
Ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μετʼ αὐτῶν.
ἐμεγάλυνεν Κύριος τοῦ ποιῆσαι μεθʼ ἡμῶν,
ἐγενήθημεν εὐφραινόμενοι.
ἐπίστρεψον, Κύριε. τὴν αἰχμαλωσίαν ἡμῶν
ὡς ὁ χειμάρρους ἐν τῷ νότῳ.
οἱ σπείροντες ἐν δάκρυσιν
ἐν ἀγαλλιάσει θεριοῦσιν.
πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα
αὐτῶν·
ἐρχόμενοι δὲ ἥξουσιν ἐυ ἀγαλλιάσει αἴροντες τὰ δράγματα
αὐτῶν.