Chapter 132
Hellenistic Old Testament Greekᾨδὴ τῶν ἀναβαθμῶν· τῷ Δαυείδ.
Ἰδοὺ δὴ τί καλὸν ἢ τί τερπνόν, ἡ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ
αὐτό;
ὡς μύρον ἐπὶ κεφαλὴν τὸ καταβαῖνον ἐπὶ πώγωνα,
τὸν πώγωνα τὸν Ἀαρών,
τὸ καταβαῖνον ἐπὶ τὴν ᾤαν τοῦ ἐνδύματος αὐτοῦ·
ὡς δρόσος Ἁερμὼν ἡ καταβαίνουσα ἐπὶ τὰ ὄρη Σιών·
ὅτι ἐκεῖ ἐνετείλατο Κύριος τὴν εὐλογίαν καὶ ζωὴν ἕως τοῦ
αἰῶνος.