Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 148

    Old Testament

    Αλληλουιά· Ἀγγαίου καὶ Ζαχαρίου.

    Ἐπαίνει, Ἰερουσαλήμ, τὸν κύριον,

    αὔει τὸν θεόν σου, Σειών·

    ὅτι ἐνίσχυσεν τοὺς μοχλοὺς τῶν πυλῶν σου,

    εὐλόγησεν τοὺς υἱούς σου ἐν σοί.

    ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην,

    καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε·

    ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῆ,

    ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ·

    τοῦ διδόντος χιόνα ὡσεὶ ἔριον,

    ὁμίχλην ὡσεὶ σποδὸν πάσσοντος·

    βάλλοντος κρύσταλλον αὐτοῦ ὡσεὶ ψωμούς,

    κατὰ πρόσωπον ψύχους αὐτοῦ τίς ὑποστήσεται;

    ἀποστελεῖ τὸν λόγον αὐτοῦ καὶ τήξει αὐτά·

    πνεύσει τὸ πνεῦμα αὐτοῦ, καὶ ῥυήσεται ὕδατα.

    ἀπαγγέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰακώβ,

    δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ.

    οὐκ ἐποίησεν οὕτως παντὶ ἔθνει,

    καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς.