Chapter 150
Hellenistic Old Testament GreekἉλληλουιά.
ᾌσατε τῷ κυρίῳ ᾆσμα καινόν,
ἡ αἴνεσις αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.
ερπετα] ερπετινα 11 ντες κριται sup ras Aᵃ 12 και] καιναι Rvid | πρεσβυται] πρεσβυτεροι U+05D0 T 14 υψωση T | τοις υιοις] pr υμνος πασι (-σιν ART) τοις οσιοις αυτου Bᵃᵇ⁽ᵐᵍ)U+05D0ART | λαω εγγιζοντι] ω ε sup ras Aa —Stich 31 BU+05D0A 28 R 30 T CXLIX 1 om αλληλουια necnon ρμθ΄ rubricator in U+05D0 | αλληλουια] + Αγαιου και Ζακχαριου R | ασατω R
εὐφρανθήτω Ἰσραὴλ ἐπὶ τῷ ποιήσαντι αὐτόν,
καὶ υἱοὶ Σειὼν ἀγαλλιάσθωσαν ἐπὶ τῷ βασιλεῖ αὐτῶν·
αἰνεσάτωσαν τὸ ὄνομα αὐτοῦ ἐν χορῷ,
ἐν τυμπάνῳ καὶ ψαλτηρίῳ ψαλάτωσαν αὐτῷ.
ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ,
καὶ ὑψώσει πρᾳεῖς ἐν σωτηρίᾳ.
καυχήσονται ὅσιοι ἐν δόξῃ,
καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
αἱ ὑψώσεις τοῦ θεοῦ ἐν λάρυγγι αὐτῶν,
καὶ ῥομφαὶαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν,
τοῦ ποιῆσαι ἐκδίκησιν ἐν τοῖς ἔθνεσιν,
ἐλεγμοὺς ἐν τοῖς λαοῖς,
τοῦ δῆσαι τοὺς βασιλεῖς αὐτῶν ἐν πέδαις
καὶ τοὺς ἐνδόξους αὐτῶν ἐν χειροπέδαις σιδηραῖς,
ποῦ ποιῆσαι ἐν αὐτοῖς κρίμα ἔνγραπτον·
δόξα αὕτη ἐστὶν πᾶσι τοῖς ὁσίοις αὐτοῦ.