Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 18

    Old Testament

    ἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ.

    Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ,

    ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

    ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα,

    καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν.

    οὐκ εἰσὶν λαλιαὶ οὐδὲ λόγοι ὧν οὐχὶ ἀκούονται αἱ φωναὶ αὐτῶν·

    εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν,

    καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

    ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ.

    καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ,

    ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ.¶

    ἀπ᾿ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ,

    καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ·

    καὶ οὐκ ἔστιν ὃς ἀποκρυβήσεται τὴν θέρμην αὐτοῦ.

    ὁ νόμος τοῦ κυρίου ἄμωμος, ἐπιστρέφων ψυχάς·

    ἡ μαρτυρία Κυρίου πιστή, σοφίζουσα νήπια.

    τὰ δικαιώματα Κυρίου εὐθεῖα, εὐφραίνοντα καρδίαν·

    ἡ ἐντολὴ Κυρίου τηλαυγής, φωτίζουσα ὀφθαλμούς.

    ὁ φόβος Κυρίου ἁγνός, διαμένων εἰς αἰῶνα αἰῶνος·

    τὰ κρίματα Κυρίου ἀληθινά, δεδικαιωμένα ἐπὶ τὸ αὐτό,

    νων BᵇA | ρυσαι U+05D0c.a (ρυση U+05D0c.ᵇ?) A ρυσης 50 εθνεσι U 51 μεγα- λυνων] pr ο U | om αυτου 1° U+05D0c. ᵃ | σινος B (αιωνος Bᵃᵇ) Stich 116 B U+05D0 115 A 118 R XVIII 2 ο ουρανος R* | ποιησιν δε] ποιησειν δε A και ποιησεν | αναγγελει A | τω στερεωμα U 3 ημερα 1°] pr η U+05D0A |αναγ- γελει AU 4 λαλειαι AU | ουδε] ο rescr A? | αι φωνη U | om ουτων A* (hab Aᵃ) 6 ηλιω εθετω] ηλιηθετο | εκπορευομενος] ορευο sup ras Bᵃᵇ | γιγγας U | om αυτου 3° U+05D0c.a R cett desunt in usque XX 14 7 του ου- ρανου 2°] om του U+05D0* (hab U+05D0c.ᵃ) U+05D0 του κυριου] om του A 9 ευθεα Bᵇ

    ἐπιθυμητὰ ὑπέρ χρυσίον καὶ λίθον τίμιον πολὺν

    καὶ γλυκύτερα ὑπέρ μέλι καὶ κηρίον.

    καὶ γὰρ ὁ δοῦλός σου φυλάσσει αὐτά·

    ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή.

    παραπτώματα τίς συνήσει;

    ἐκ τῶν κρυφίων μου καθάρισόν με,

    καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου·

    ἐὰν μὴ μου κατακυριεύσουσιν, τότε ἄμωμος ἔσομαι

    καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης.

    καὶ ἔσονται εἰς εὐδοκίαν τὰ λόγια τοῦ στόματός μου

    καὶ ἡ μελέτη τῆς καρδίας μου ἐνώπιόν σου διὰ παντός,

    Κύριε, βοηθέ μου καὶ λυτρωτά μου.