Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 22

    Old Testament

    Ψαλμὸς τῷ Δαυείδ.

    Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.

    εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν·

    ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέν με·

    τὴν ψυχήν μου ἐπέστρεψεν.

    ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης

    ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ.

    ἐάν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου,

    οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετʼ ἐμοῦ εἶ·

    ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν.

    ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με·

    ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου,

    καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς

    καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.