Chapter 28
Hellenistic Old Testament GreekΨαλμὸς τῷ Δαυείδ· ἐξοδίου σκηνῆς.
Ἐνέγκατε τῷ κυρίῳ, υἱοὶ θεοῦ,
ἐνέγκατε τῷ κυρίῳ υἱοὺς κριῶν·
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν.
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ·
προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ.
φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων,
ὁ θεὸς τῆς δόξης ἐβρόντησεν,
Κύριος ἐπὶ ὑδάτων πολλῶν.
Τ | επιτηδ sup ras Rᵃ | κατα 3⁰] pr και U | om ουτων 3⁰ A 5 ου 1⁰] ο U | συνηκα A | om εις τα εργα Κυριου και εις U | αυτου] ουτων R 6 οτι rescr A¹ | της φ.] rescr τη A¹ | δεεσεως 7 ηλπισεν] ηαλπ. U+05D0* (ηλπ.U+05D0¹) ελπ. U | και εβοηθηθην] εφοβηθην U | ανεθαλλεν A | η σαρξ μου ανεθαλεν U 8 τω λαω T | αυτου 1⁰] + ειστν U | om εστιν R 9 των λαον U | σου] + Κυριε R* | του αιωνος] om του U+05D0* (hab U+05D0c. ᵃ) — Stich 25 BA 24 U+05D0R 26 T XXVIII 1 εξοδου TU (εξοδουσσκ.) | υιους] υιοις R υιος U 2 om τω κυριω (1°) T | ονοματι] pr τω U | om αγια αυτου R* (hab Rᵃ)
φωνὴ Κυρίου ἐν ἰσχύι,
φωνὴ Κυρίου ἐν μεγαλοπρεπίᾳ.
φωνὴ Κυρίου συντρίβοντος κέδρους·
συντρίψει Κύριος τὰς κέδρους τοῦ Λιβάνου,
καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον·
καὶ ὁ ἠγαπημένος ὡς υἱὸς μονοκερώτων.
φωνὴ Κυρίου διακόπτοντος φλόγα πυρός.
φωνὴ Κυρίου συνσείοντος ἔρημον,
συνσείσει Κύριος τὴν ἔρημον Καδής.
φωνὴ Κυρίου καταρτιζομένου ἐλάφους,
καὶ ἀποκαλύψει δρυμούς·
καὶ ἐν τῷ ναῷ αὐτοῦ πᾶς τις λέγει δόξαν.
Κύριος τὸν κατακλυσμὸν κατοικιεῖ·
καὶ καθιεῖται Κύριος βασιλεὺς εἰς τὸν αἰῶνα.
Κύριος ἰσχὺν τῷ λαῷ αὐτοῦ δώσει,
Κύριος εὐλογήσει τὸν λαὸν αὐτοῦ ἐν εἰρήνῃ.