Chapter 32
Hellenistic Old Testament GreekΤῷ Δαυείδ.
Ἀγαλλιᾶσθε, δίκαιοι, ἐν τῷ κυρίῳ
τοῖς εὐθέσι πρέπει αἴνεσις.
ἐξομολογεῖσθε τῷ κυρίῳ ἐν κιθάρᾳ,
ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψάλατε αὐτῷ·
ᾄσατε αὐτῷ ᾆσμα καινόν,
καλῶς ψάλατε ἐν ἀλαλαγμῷ.
ὅτι εὐθὴς ὁ λόγος τοῦ κυρίου,
καὶ πάντα τὰ ἔργα αὐτοῦ ἐν πίστει·
ἀγαπᾷ ἐλεημοσύνην καὶ κρίσιν,
τοῦ ἐλέους Κυρίου πλήρης ἡ γῆ.
τῷ λόγῳ τοῦ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν,
καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν·
συνάγων ὡς ἀσκὸν ὕδατα θαλάσσης.
τιθεὶς ἐν θησαυροῖς ἀβύσσους.
φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ,
ἀπʼ αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν·
αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν.
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν,
ἀθετεῖ δὲ λογισμοὺς λαῶν,
καὶ ἀθετεῖ βουλὰς ἀρχόντων·
ἡ δὲ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει.
λογισμοὶ τῆς καρδίας αὐτοῦ ἀπὸ γενεῶν εἰς γενεάς.
XXX II 1 τω Δ.] + ψαλμος ανεπιγραφος παρ Εβραιοις Ra) | εν τω κυριω] εν κω U+05D0c. ᵃ των κν U | πρεπει] pro ε 2⁰ al lit coep B* | αινεσις] pr η A 3 om ασατε αυτω ασμα καινον R* | ψαλατε] + αυτω U+05D0c. ᵃ (ras U+05D0c. ᵇ) RU 5 κρισιν] + ο κς U+05D0c. ᵃ (om U+05D0c. ᵇ) A | Κυριου] pr του U 6 τω λογω] pr και U | του κυριου] om του U+05D0AR αυτου | πασαι] [αι δυ]ναμεις U 7 συναγων] pr ο U | ωσει U+05D0c.a (ως U+05D0c.ᵇ) A ως εις R | τιθεις] pr ο U | αβθσσοις U+05D0c.a A?) (αβυσσους U+05D0c.ᵇA?) 8 σαλευθητωσαν] σαλευθητω η|...πασα και U | την οι- κουμενην] εν αυτη U 9 εκτισθ. sup ras Rᵃ 10 διασκεδασει U | βουλας 1°] βουλην | αθετει] αθετησει U (bis) | om και αθετει βουλας αρχοντων U+05D0) (hab και αθετι β. αρχ. U+05D0c. a) 11 του κυριου] om του U | απο γενεων εις γενεας] εις γενεαν και γενεαν U+05D0c.aAU εις τον αιωνα του αιωνος R
μακάριον τὸ ἔθνος οὗ ἐστιν Κύριος ὁ θεὸς αὐτοῦ,
λαὸς ὃν ἐξελέξατο εἰς κληρονομίαν ἑαυτῷ.
ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος,
εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων·
ἐξ ἑτοίμου κατοικητηρίου αὐτοῦ
ἐπέβλεψεν ἐπὶ πάντας τοὺς κατοικοῦντας τὴν γῆν,
ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν,
ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν.
οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν,
καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ·
ψευδὴς ἵππος εἰς σωτηρίαν,
ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται.
ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν,
τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ,
ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν,
καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ.
ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ,
ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν·
ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν,
καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν.
γένοιτο τὸ ἔλεός σου, Κύριε, ἐφʼ ἡμᾶς, καθάπερ ἠλπίσαμεν
ἐπὶ σέ.