Chapter 34
Hellenistic Old Testament GreekΤῷ Δαυείδ.
Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς¶
πολέμησον τοὺς πολεμοῦντάς με·
ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ, καὶ ἀνάστηθι εἰς βοήθειάν μοι·
§ἔκχεον ῥομφαίαν καὶ σύνκλεισον ἐξ ἐναντίας τῶν·καταδιωκοντων με·
εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγὼ εἰμι.
αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου.
ἀποστραφείησαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθείησαν οἱ
λογιζόμενοί μοι κακά.
γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου,
καὶ ἄγγελος Κυρίου ἐκθλίβων αὐτούς·
γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα,
καὶ ἄγγελος Κυρίου καταδιώκων ¶ αὐτούς.
ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν,
μάτην ὠνείδισαν τὴν ψυχὴν μου.
ἐλθέτω αὐτοῖς παγὶς ἣν οὐ γινώσκουσιν,
καὶ ἡ θήρα ἣν ἔκρυψαν συλλαβέτω αὐτούς.
καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ.
ἡ δέ ψυχὴ μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ,
τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ.
πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι
ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ,
καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν.
ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίνωσκον ἐπηρώτων με·
ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ καλῶν,
καὶ ἀτεκνίαν τῇ ψυχῇ μου·
ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον,
καὶ ἐταπείνουν ἐν νηστία τὴν ψυχὴν μου,
καὶ ἡ προσευχὴ μου εἰς κόλπον μου ἀποστραφήσεται.
ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν·
ὡς πενθῶν καὶ σκυθρωπάζων οὕτως ἐταπεινούμην.
καὶ κατʼ ἐμοῦ ηὐφράνθησαν καὶ συνήχθησαν,
συνήχθησαν ἐπʼ ἐμὲ μάστιγες καὶ οὐκ ἔγνων,
διεσχίσθησαν καὶ οὐ κατενύγησαν·
ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν.
ἔβρυξαν ἐπʼ ἐμὲ τοὺς ὀδόντας αὐτῶν.
Κύριε, πότε ἐπόψῃ;
ἀποκατάστησον τὴν ψυχὴν μου ἀπὸ τῆς κακουργίας αὐτῶν,
ἀπὸ λεόντων τὴν μονογενῆ μου.
ἐξομολογήσομαί σοι, Κύριε, ἐν ἐκκλησίᾳ πολλῇ,
ἐν λαῷ βαρεῖ αἰνέσω σε.
δος U+05D0 8 ελθατω AR* | αυτοις] αυτω U+05D0c.a -τους R | γινωσκει U+05D0c.a (-σκι) Rᵃ | εκρυψεν U+05D0c.ᵃ | συνλαβ. AR | αυτους] -τον U+05D0c.aA | πακιδι U+05D0 | πεσειταιU+05D0 c.ᵃ(πεσιτ.) A 9 επι 1°] εν U+05D0* (επι U+05D0c.ᵃ) 10 Κυριε] + κε A | ρυομενον A | om χειρος A 11 επηρωτων] ερωτων U+05D0AR 12 ανταποδιδοσαν A | καλων] αγαθων AR 13 νηστεια BᵃᵇA | κολπον] pr τον R* | om μου 3⁰ R* | αποστραφησεται] απο- στραφητω (seq ras 1 lit) A 15 ευφρανθησαν U+05D0 16 εξεμυκτηρισαν] pr και R 17 μονογενην U+05D0c.a (ras ν 2⁰ U+05D0c. ᵇ) AR 18 om Κυριε U+05D0A
μὴ ἐπιχαρείησάν μοι οἱ ἐχθραίνοντές μοι ματαίως,
οἱ μισοῦντές με δωρεὰν καὶ διανεύοντες ὀφθαλμοῖς.
ὅτι ἐμοὶ μέν εἰρηνικὰ ἐλάλουν,
καὶ ἐπʼ ὀργῇ δόλους διελογίζοντο·
καὶ ἐπλάτυναν ἐπʼ ἐμέ τὸ στόμα αὐτῶν,
εἶπαν Εὖγε εὖγε, εἶδαν οἱ ὀφθαλμοὶ ἡμῶν.
εἶδες, Κύριε, μὴ παρασιωπήσῃς·
Κύριε, μὴ ἀποστῇς ἀπʼ ἐμοῦ.
ἐξεγέρθητι, Κύριε, καὶ πρόσχες τῇ κρίσει μου.
ὁ θεός μου καὶ ὁ κύριός μου, εἰς τὴν δίκην μου.
κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην σου, Κύριε ὁ θεός μου,
καὶ μὴ ἐπιχαρείησάν μοι.
μὴ εἴπαισαν ἐν καρδίαις αὐτῶν Εὖγε εὖγε τῇ ψυχῇ ἡμῶν·
μηδὲ εἴπαισαν Κατεπίομεν αὐτόν.
αἰσχυνθείησαν καὶ ἐντραπείησαν ἄμα οἱ ἐπιχαίροντες τοῖς κακοῖςκοῖς
μου·
ἐνδυσάσθωσαν αἰσχύνην καὶ ἐντροπὴν οἱ μεγαλορημονοῦντες
ἐπʼ ἐμέ.
ἀγαλλιάσαιντο καὶ εὐφρανθείησαν οἱ θέλοντες τὴν δικαιοσύνην μου,
καὶ εἰπάτωσαν διὰ παντός Μεγαλυνθείη ὁ κύριος,
οἱ θέλοντες τὴν εἰρήνην τοῦ δούλου αὐτοῦ.
καὶ ἡ γλῶσσά μου μελετήσει τὴν δικαιοσύνην σου.
ὅλην τὴν ἡμέραν τὸν ἔπαινόν σου.