Chapter 38
Hellenistic Old Testament GreekΕἰς τὸ τἔλος, τῷ Ἰδιθούν· ᾠδὴ τῷ Δαυείδ.
Εἶπα Φυλάξω τὰς ὁδούς μου τοῦ μὴ ἁμαρτάνειν ἐν γλώσσῃ μου·
ἐθέμην τῷ στόματί μου φυλακὴν
ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου.
ἐκωφώθην καὶ ἐταπεινώθην καὶ ἐσίγησα ἐξ ἀγαθῶν,
καὶ τὸ ἄλγημά μου ἀνεκαινίσθη.
ἐθερμάνθη ἡ καρδία μου ἐντός μου.
καὶ ἐν τῇ μελέτῃ μου ἐκκαυθήσεται πῦρ·
ἐλάλησα ἐν γλώσσῃ μου ⁵Γνώρισόν μοι, Κύριε, τὸ πέρας μου,
καὶ τὸν ἀριθμὸν τῶν ἡμερῶν μου τίς ἐστιν,
ἴνα γνῶ τί ὑστερῶ ἐγώ.
ἰδοὺ παλαιὰς ἔθου τὰς ἡμέρας μου,
καὶ ἡ ὑπόστασίς μου ὡσεὶ οὐδὲν ἐνώπιόν σου·
πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν. διάψαλμα.
μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος,
πλὴν μάτην ταράσσονται·
θησαυρίζει, καὶ οὐ γινώσκει τίνι συνάξει αὐτά.
καὶ νῦν τίς ἡ ὑπομονὴ μου οὐχὶ ὁ κύριος;
καὶ ἡ ὑπόστασίς μου παρὰ σοῦ ἐστιν.
ἀπὸ πασῶν τῶν ἀνομιῶν μου ῥῦσαί με,
ὄνειδος ἄφρονι ἔδωκάς με.
ἐκωφώθην καὶ οὐκ ἤνοιξα τὸ στόμα μου, ὅτι σὺ εἶ ὁ ποιήσας με.
ἀπόστησον ἀπʼ ἐμοῦ τὰς μάστιγάς σου·
ἀπὸ τῆς ἰσχύος τῆς χειρός σου ἐγὼ ἐξέλιπον.
ἐν ἐλεγμοῖς ὑπέρ ἀνομίας ἐπαίδευσας ἄνθρωπον,
καὶ ἐξέτηξας ὡς ἀράχνην τὴν ψυχὴν αὐτοῦ·
πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος. διάψαλμα.
εἰσάκουσον τῆς προσευχῆς μου καὶ τῆς δεήσεώς μου,
ἐνώτισαι τῶν δακρύων μου.
μὴ παρασιωπήσῃς· ὅτι πάροικος ἐγὼ εἰμι ἐν τῇ γῇ
καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου.
ἄνες μοι ἵνα ἀναψύξω
πρὸ τοῦ με ἀπελθεῖν καὶ οὐκέτι μὴ ὑπάρξω.
ουθεν U+05D0c.a ART | συνπαντα U+05D0AR | om διαψαλμα T 7 διαπορευεται] post δ ras 1 lit A | ταρασσεται BU+05D0bU+05D0c.a RT | om ου R* (hab Rᵃ) | συναξει] συναγει (γ sup ras) Aᵃ 8 ο κυριος] om ο U+05D0c.a RT | σου] σοι Bb 9 ρυσαι] καθαρισον U+05D0 (ρυσαι U+05D0c.a) 10 οτι] ουχι R* | ει ο ποιησας] εποιησας U+05D0c.aART | om με U+05D0c. ᵛⁱᵈ T 11 απο] + γαρ U+05D0c.aAT | om τ. χειρος R* | εξελειπον AT 12 αυτου] μου R | om ταρασσεται U+05D0AT | ανθρωπος] + ζων R* | om διαψαλμα AT 13 μου 1⁰] + κε U+05D0ART | μου 2⁰] + ενωτισαι U+05D0c.a (ipse rursus del) | των δακρυων] τα δακρυα R | παρασιωπησης (-πησησης U+05D0)] + απ εμου R | ειμι εγω U+05D0* (εγω ειμι U+05D0c.a) | εν τη γη] παρα σοι U+05D0AT παρα σου R 14 μη] pr ου AT — Stich 32 BR 30 U+05D0 33 AT