Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 44

    Old Testament

    Εἰς τὸ τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων· τοῖς υἱοῖς

    Κόρε εἰς σύνεσιν· ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ.

    Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν,

    λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ

    ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου.

    ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων,

    ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου·

    διὰ τοῦτο εὐλόγησέν σε ὁ θεὸς εἰς τὸν αἰῶνα.

    περιζώσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ,

    τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου,

    καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε

    ἕνεκεν ἀληθείας καὶ πραύτητος καὶ δικαιοσύνης,

    καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου.

    τὰ βέλη σου ἠκονημένα, Δυνατέ·

    λαοὶ ὑποκάτω σου πεσοῦνται

    ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως.

    ὁ θρόνος σου, ὁ θεός, εἰς αἰῶνα αἰῶνος,

    ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου.

    ἠγάπησας δικαιοσύνην καὶ ἐμἱσησας ἀνομίαν·

    διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου,

    ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου.

    σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου,

    ἀπὸ βάρεων ἐλεφαντίνων, ἐξ ὧν ηὔφρανάν σε.

    θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·

    παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ

    περιβεβλημένη πεποικιλμένη.

    ἄκουσον, θύγατερ, καὶ ἴδε καὶ κλῖνον τὸ οὗς σου,

    καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου·

    ὅτι ἐπεθύμησεν ὁ βασιλεὺς τοῦ κάλλους σου,

    ὅτι αὐτός ἐστιν ὁ κύριός σου.

    καὶ προσκυνήσουσιν αὐτῷ θυγατέρες Τύρου ἐν δώροις.

    τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ τῆς

    πᾶσα ἡ δόξα αὐτῆς θυγατρὸς βασιλέως Ἑσεβών·

    ἐν κροσωτοῖς χρυσοῖς περιβεβλημένη πεποικιλμένη.

    εν καρδια] ενωπιον R 7 αιωνα αιωνος] τον αι. του αι. U+05D0ART 8 ανο- μιαν] αδικιαν A 9 σμυρναν κ. στακτην κ. κασιαν (κασσ. R) U+05D0c.aRT 10 βα- σιλεως A | πεποικιλμενοις U+05D0 12 οτι επεθυμησεν] και επιθυμησει U+05D0c.aAT | καλλουσου A | ο κυριος] om ο U+05D0c.a T o θεος R 13 προσκυνήσουσιν] -κυνησις U+05D0c.a -κυνησης T | αυτω] αυτον R* | θυγατεοες Τυρου] θυγατηρ Τυρου U+05D0* και θυγατηρ Τυρου U+05D0c.a T om Τυρου Aᵛⁱᵈ (θυγα| T. Aᵃ) | λιτανευσωσιν T | om της γης U+05D0ART 14 αυτης θυγατρος BU+05D0* R¹] της θυγατρος Bᵇ (αυ non inst) c.aAT αυτης θυγατερες R* | βασιλεως] pr του U+05D0c.aAT βασιλεων R* | Εσεβων] εσωθεν BᵃᵇU+05D0c.a ART | κροσσωτοις U+05D0c.a RT | πεποικιλμενοις U+05D0* (-νη U+05D0c.ᵃ)

    ἀπενεχθήσονται τῷ βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς,

    αἱ πλησίον αὐτῆς ἀπενεχθήσονταί σοι·

    ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει,

    ἀχθήσονται εἰς ναὸν βασιλέως.

    ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι υἱοί·

    καταστήσεις αὐτοὺς ἄρχοντας ἐπὶ πᾶσαν τὴν γῆν.

    μνησθήσονται τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ·

    διὰ τοῦτο λαοὶ ἐξομολογήσονταί σοι

    εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.