Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 46

    Old Testament

    Εἰς τὸ τέλος· ὑπερ τῶν υἱῶν Κόρε ψαλμός.

    ΙΙάντα τὰ ἔθνη κροτήσατε χεῖρας.

    ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως.

    ὅτι Κύριος Ὕψιστος φοβερός.

    βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν.

    ὑπέταξεν λαοὺς ἡμῖν, καὶ ἔθνη ὑπὸ τοὺς πόδας ἡμῶν·

    ἐξελέξατο ἡμῖν τὴν κληρονομίαν αὐτοῦ,

    τὴν καλλονὴν Ἰακὼβ ἣν ἠγάπησεν. διάψαλμα.

    ἀνέβη ὁ θεὸς ἐν ἀλαλαγμῷ,

    Κύριος ἐν φωνῇ σάλπιγγος.

    ψάλατε τῷ θεῷ ἡμῶν, ψάλατε·

    ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε·

    ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός,

    ψάλατε συνετῶς.

    ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη,

    ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ.

    ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ,

    ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν.

    10 ανταναιρων (-νερων T)] αντανελων A | της γης] om γης A | συνκλασει (συγκλ. Bᵃᵇ)] συ|θλασει T 11 θεος] κυριος R | υψωθησομαι 2⁰] pr και R 12 om Κυριος A* (hab κς Aᵃ?(mg)) Κυριος ο θεος U+05D0R* — Stich 23 BAT 22 U+05D0 2o R XLVI 1 om εις το τελος R | om υπερ των υιων Κορε A τοις υιοις Κορε R | ψαλμος] + τω Δαδ ART 3 Κυριος] ο θεος R 4 υπεταξεν] υπαταξεν A* επαταξεν A?ᵛⁱᵈ | τας ποδας A 5 αυτου] εαυτου U+05D0ART | om διαψαλμα AT 6 αναλαγμω A 9 εβας. inc stich in R | ο θεος (1⁰)] Κυριος R* | τα εθνη] pr πανια AR — Stich 16 BAT 17 U+05D0 15 R