Chapter 48
Hellenistic Old Testament GreekΕἰς τὸ τέλος· τοῖς υἱοῖς Κόρε ψαλμός.
Ἀκούσατε ταῦτα, πάντα τὰ ἔθνη,
ἐυωτίσασθε, πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην,
οἴ τε γηγενεῖς καὶ οἱ υἱοὶ τῶν ἀνθρώπων,
ἐπὶ τὸ αὐτὸ πλούσιος καὶ πένης.
τὸ στόμα μου λαλήσει σοφίαν,
καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
κλινῶ εἰς παραβολὴν τὸ οὖς μου,
ἀνοίξω ἐν ψαλτηρίῳ τὸ πρόβλημά μου.
ἵνα τί φοβοῦμαι ἐν ἡμέρᾳ πονηρᾷ;
ἡ ἀνομία τῆς πτέρνης μου κυκλώσει με,
οἱ πεποιθότες ἐπὶ τῇ δυνάμει αὐτῶν
καὶ ἐπὶ τῷ πλήθει τοῦ πλούτου αὐτῶν καυχώμενοι.
ἀδελφὸς οὐ λυτροῦται λυτρώσεται ἄνθρωπος;
οὐ δώσει τῷ θεῷ ἐξίλασμα αὐτοῦ,
καὶ τὴν τιμὴν τῆς λυτρώσεως τῆς ψυχῆς αὐτοῦ·
καὶ ἐκοπίασεν εἰς τὸν αἰῶνα,
καὶ ζήσεται εἰς τέλος,
ὅτι οὐκ ὄψεται καταφθοράν,
ὅταν ἴδῃ σοφοὺς
ἀποθνήσκουτας.
ἐπὶ τὸ αὐτὸ ἄνους καὶ ἄφρων ἀπολοῦνται,
καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν.
καὶ οἱ τάφοι αὐτῶν οἰκίαι αὐτῶν εἰς τὸν αἰῶνα,
σκηνώματα αὐτῶν εἰς γενεὰν καὶ γενεάν·
ἐπεκαλέσαντο τὰ ὀνόματα αὐτῶν ἐπὶ τῶν γαιῶν αὐτῶν·
U+05D0c.a) | διηγησεσθαι A 15 αιωνος] + αυτος ποιμανει ημας εις τους αιωνας U+05D0ART — Stich 28 BA 29 BA 30 RT XLVIII 1 om εις το τελος... Κορε A | ψαλμος] om T + τω Δαδ A 2 τα εθνη] α εθνη sup ras Aᵃ 3 οι υιοι] om οι RT 4 λαληση T | συνεσεις Bᵃ (-σιν B* ᵇ) 6 κυκλωση T 7 ουτων 1⁰] αυτου Aᵛⁱᵈ (αυτωl [ω sup ras] Aᵃ) 8 λυτρουται] λυτρω- ται A | λυτρωσεται] λυτρωσηται T | αυτου] εαυτω R εαυτου T 10 om οτι U+05D0c.ᵃA* (hab Aᵃ (ᵐᵍ)) T 11 αφρων και ανους U+05D0ART | καταλιψουσιν U+05D0A καταλειφωσιν T 12 om ουτων 5⁰ U+05D0c.aT
καὶ ἄνθρωπος ἐν τιμῇ ὢν οὐ συνῆκεν·
παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη
αὐτοῖς.
αὕτη ἡ ὁδὸς αὐτῶν σκάνδαλον αὐτοῖς,
καὶ μετὰ ταῦτα ἐν τῷ στόματι αὐτῶν εὐλογήσουσιν.
διάψαλμα.
ὡς πρόβατα ἐν ἅδῃ ἔθεντο, θάνατος ποιμαίνει αὐτούς·
καὶ κατακυριεύσουσιν αὐτῶν οἱ εὐθεῖς τὸ πρωί,
καὶ ἡ βοήθεια αὐτῶν παλαιωθήσεται ἐν τῷ ᾅδῃ ἐκ τῆς δόξης
αὐτῶν.
πλὴν ὁ θεὸς λυτρώσεται τὴν ψυχήν μου ἐκ χειρὸς ᾅδου, ὅταν
λαμβάνῃ με. διάψαλμα.
μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος.
καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ·
ὅτὶ οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήμψεται τὰ πάντα.
οὐδὲ συνκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.
ὅτι ἡ ψυχὴ αὐτοῦ ἐν τῇ ζωῇ αὐτοῦ εὐλογηθήσεται.
ἐξομολογήσεταί σοι ὅταν ἀγαθύνῃς αὐτῷ.
εἰσελεύσεται ἕως γενεᾶς πατέρων αὐτοῦ,
ἕως αἰῶνος οὐκ ὄψεται φῶς.
ἄνθρωπος ἐν τιμῇ ὧν οὐ συνῆκεν,
παρασυνεβλήθη τοῖς κτήνεσιν τοῖς ἀνοήτοις καὶ ὡμοιώθη
αὐτοῖς.