Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 60

    Old Testament

    Εἰς τὸ τέλος, ἐν ὔμνοις· τῷ Δαυείδ.

    Εἰσάκουσον τῆς δεήσεως μου,

    πρόσχες τῆς προσευχῆς μου.

    ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα. ἐν τῷ ἀκηδιάσαι

    τὴν καρδίαν μου.

    ἐν πέτρᾳ ὕψωσάς με,

    ὡδήγησάς με,

    ὅτι ἐγενήθης ἐλπίς μου.

    πύργος ἰσχύος ἀπὸ προσώπου ἐχθροῦ.

    παροικήσω ἐν τῷ σκηνώματί σου εἰς τοὺς αἰῶνας, διάψαλμα.

    σκεπασθήσομαι ἐν σκέπῃ τῶν πτερύγων σου.

    ὅτι σύ, ὁ θεός, εἰσήκουσας τῶν προσευχῶν μου,

    ἔδωκας κληρονομίαν τοῖς φοβουμένοις τὸ ὄνομά σου.

    την Ιδουμαιαν] εν Ιδουμαια R 11 τις 2⁰] pr η U+05D0c.a (ipse fort del) RT 12 ουχι 2⁰] ουκ U+05D0c.a RΤ 14 om δε U+05D0c.a R — Stich 26 BU+05D0 27 R LX 1 τω Δαυειδ] pr ψαλμος U+05D0RT Γ (.. μος T: quae praecess perier) 2 εισ- ακουσον] + ο θς Bᵃᵇ U+05D0RT | τη προσευχη U+05D0RT 5 om διαψαλμα T | σκεπη] pr τη T 6 των προσευχων BU+05D0c.a a] της προσευχης U+05D0* των ευχων RT | ο ονομα U+05D0* (το ον. U+05D0¹)

    ἡμέρας ἐφʼ ἡμέρας βασιλέως προσθήσεις ἔτη αὐτοῦ,

    ἕως ἡμέρας γενεᾶς καὶ γενεᾶς.

    διαμενεῖ εἰς τὸν αἰῶνα ἐνώπιον τοῦ θεοῦ·

    ἔλεος καὶ ἀλήθειαν αὐτοῦ τίς ἐκζητήσει αὐτῶν

    οὕτως ψαλῶ τῷ ἀνόματί σου εἰς τὸν αἰῶνα τοῦ αἰῶνος,

    τοῦ ἀποδοῦναί με τὰς εὐχάς μου ἡμέραν ἐξ ἡμέρας.