Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 64

    Old Testament

    Εἰς τὸ τέλος· ψαλμὸς τῷ Δαυείδ, ᾠδή.

    Σοι πρέπει ὕμνος, ὁ θεός, ἐν Σιών.

    καὶ σοὶ ἀποδοθήσεται εὐχή.

    εἰσάκουσον προσευχῆς μου, πρὸς σὲ πᾱσα σὰρξ ἥξει.

    λόγοι ἀνόμων ὑπερηδυνάμωσαν ἡμᾶς,

    καὶ τὰς ἀσεβείας ἡμῶν σὺ ἱλάσῃ.

    μακάριος ὃν ἐξελέξω καὶ προσελάβου.

    κατασκηνώσει ἐν ταῖς αὐλαῖς σου.

    πλησθησόμεθα ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου·

    ἅγιος ὁ ναός σου,

    θαυμαστὸς ἐν δικαιοσύνῃ.

    ἐπάκουσον ἡμῶν, ὁ θεὸς ὁ σωτὴρ ἡμῶν,

    ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς·

    ἑτοιμάζων ὄρη ἐν τῇ ἰσχύι σου.

    περιεζωσμένος ἐν δυναστία·

    ὁ συνταράσσων τὸ ὕδωρ τῆς θαλάσσης, ἤχους κυμάτων

    αὐτῆς.

    ταραχθήσονται τὰ ἔθνη

    καὶ φοβηθήσονται οἱ κατοικοῦντες τὰ

    πέρατα ἀπὸ τῶν σημείων σου·

    ἐξόδους πρωίας καὶ ἑσπέρας τέρψεις.

    ἐπεσκέψω τὴν γῆν καὶ ἐμέθυσας αὐτήν.

    ἐπλήθυνας τοῦ πλουτίσαι αὐτήν·

    ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων·

    ἡτοίμασας τὴν τροφὴν αὐτῶν, ὅτι οὕτως ἡ ἑτοιμασία σου.

    22 T L XIV 1 τω Δ.ψαλμος U+05D0 | om ωδη U+05D0T ωσης R 2 σοι 1°] σε ου T | Σειων T | σοι 2⁰] συ T | ευχη] + εν Ιηλμ U+05D0Τ (Ιλημ T) εν Ιερουσαλημ R | 3 om μου U+05D0* (hab U+05D0c.ᵃ) R | σαρηξει B* (σαρξ ηξ. Bᵃᵇ) 4 υπερεδυναμωσαν BᵃᵇU+05D0c. a | ταις ασεβειαις U+05D0c T (βιαις) 5 κατασκηνωσει BU+05D0c.ᵃ (κατασκη- νωση T)] κατοικησει U+05D0* | πλησθησωμεθα T 6 γης] + και εν θαλασση μακραν Bᵃᵇ ᵐᵍ U+05D0R και των εν θ. μ. U+05D0c.a Τ 7 σου] αυτου U+05D0RT | δυναστεα BᵃᵇU+05D0 8 υδωρ] κυτος U+05D0RΤ | αυτης] + τις υποστησεται U+05D0c.a Τ 9 τα περατα BU+05D0c.a RT] την γην U+05D0 10 ουτων B U+05D0 c.ᵃR T] αυτης U+05D0* | om σου U+05D0c.ᵃ

    τοὺς αὔλακας αὐτῆς μέθυσον,

    πλήθυνον τὰ γενήματα αὐτῆς,

    ἐν ταῖς σταγόσιν αὐτῆς εὐφρανθήσεται ἀνατέλλουσα.

    εὐλογήσεις τὸν στέφανον τοῦ ἐνιαυτοῦ τῆς χρηστότητός ¶ σου,

    καὶ τὰ πεδία σου πλησθήσονται πιότητος·

    πιανθήσεται τὰ ὄρη τῆς ἐρήμου,

    καὶ ἀγαλλίασιν οἱ βουνοὶ περιζώσονται.

    ἐνεδύσαντο οἱ κριοὶ τῶν προβάτων,

    καὶ αἱ κοιλάδες πληθυνοῦσι σῖτον·

    κεκράξονται, καὶ γὰρ ὑμνήσουσιν.