Chapter 66
Hellenistic Old Testament GreekΕἰς τὸ τέλος, ἐν δμνοις· ψαλμὸς τῷ Δαυείδ.
Ὁ θεός, οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς.
ἐπιφάναι τὸ πρόσωπον αὐτοῦ ἐφʼ ἡμᾶς. διαψαλμα.
U+05D0* (παγ. U+05D0c.ᵃ | ενωπιον] επι τον νωτον U+05D0c.ᵃ R 13 αποδωσω σοι τας ευχας μου] τας ευχ. μου αποδ, U+05D0* αποδ. τας ευχ. μου U+05D0c.ᵃ 15 μεμ- σαλωμενα R* | ποιησω] ανοισω BᵃᵇU+05D0c.ᵃ R 16 διηγησομαι] + υμιν U+05D0c.ᵃ R | κυριον] θν U+05D0c.ᵃ 18 καρδια] + μου U+05D0R | εισακουσατω] + μου U+05D0c.ᵃ (om U+05D0c.ᵃ | Κυριος] ο θεος R 19 προσεσχεν] pr και R | προσευχης] δεησεως | U+05D0c.ᵃ R 20 ος ουκ.. X VΙΙΙ 3 υποστασις rescr Rᵃ | μου BU+05D0c.ᵃ Rᵃ αυτου U+05D0* Stich 38 B 40 U+05D0 36 Rᵛⁱᵈ LXVI 1 ψαλμος] ωδη Rᵃ | τω Δαυειδ] ωδης U+05D0 2 ημας 3⁰] + και ελεησαι ημας U+05D0c.ᵃ | om διαψαλμα
τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὁδόν σου,
καὶ ἐν πᾶσιν ἔθνεσιν τὸ σωτήριόν σου
ἐξομολογησάσθωσαν λαοί, ὁ θεός,
ἐξομολογησάσθωσαν λαοὶ πάντες.
εὐφρανθήτωσαν καὶ ἀγαλλιάσθωσαν ἔθνη,
ὅτι κρινεῖς λαοὺς ἐν εὐθύτητι,
καὶ ἔθνη ἐν τῆ γῇ ὁδηγήσεις. διάψαλμα.
ἐξομολογησάσθωσάν σοι λαοί, ὁ θεός,
ἐξομολογησάσθωσάν σοι λαοὶ πάντες.
γῆ ἔδωκεν τὸν καρπὸν αὐτῆς·
εὐλογήσαι ἡμᾶς ὁ θεὸς ὁ θεὸς ἡμῶν,
εὐλογήσαι ἡμᾶς ὁ
θεός,
καὶ φοβηθήτωσαν αὐτὸν πάντα τὰ πέρατα τῆς γῆς.