Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 76

    Old Testament

    Εἰς τὸ τέλος, ὐπὲρ Ἰδιθούμ· τῷ Ἀσὰφ ψαλμός.

    Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα,

    καὶ ἡ φωνή μου πρὸς τὸν θεόν, καὶ προσέσχεν μοι.

    ἐν ἡμέρᾳ θλίψεως μου τὸν θεὸν ἐξεζήτησα,

    ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ, καὶ οὐκ ἠπατήθην·

    ἀπηνήνατο παρακληθῆναι ἡ ψυχή μου.

    ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην·

    ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμα μου. διάψαλμα.

    προκατελάβοντο φυλακὰς οἱ ἐχθροί μου·

    ἐταράχθην καὶ οὐκ ἐλάλησα.

    διελογισάμην ἡμέρας ἀρχαίας.

    καὶ ἔτη αἰώνια

    ἐμνήσθην καὶ ἐμελέτησα·

    νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν, καὶ ἔσκαλεν τὸ

    πνεῦμά μου.

    μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται Κύριος.

    καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι;

    ἡ εἰς τέλος ἀποκόψει τὸ ἔλεος ἀπὸ γενεᾶς καὶ γενεᾶς;

    ἡ ἐπιλήσεται τοῦ οἰκτειρῆσαι ὁ θεός,

    ἡ συνέξει τοὺς οἰκτειρμοὺς αὐτοῦ ἐν τῇ ὀργῇ αὐτοῦ

    διάψαλμα.

    καὶ εἶπα Νῦν ἠρξάμην.

    αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου

    ἐμνήσθην τῶν ἔργων Κυρίου,

    ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου,

    καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου,

    καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω.

    ὁ θεός, ἐν τῆ ἁγἰῳ ἡ ὁδός σουοὐ

    εἶ ὁ θεὸς ἡμῶν ὁ ποιῶν θαυμάσια,

    τίς θεὸς μέγας ὡς ὁ θεὸς ἡμῶν

    ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου·

    ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου,

    τοὺς υἱοὺς Ἰακὼβ καὶ Ἰωσήφ. διάψαλμα.

    εἴδοσάν σε ὕδατα, ὁ θεός,

    εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν,

    καὶ ἐταράχθησαν ἄβυσσοι

    π λῆθος ἠχοῦς ὕδατος·

    φωνὴν ἔδωκαν αἱ νεφέλαι, καὶ γὰρ τὰ βέλη σου διαπορεύονται·

    | RT | μου] αυτου T 7 νυκτας R | εσκαλεν Bᵛⁱᵈ (εσκαλε Bᵇ ᵛⁱᵈ) εσκα- λον Bᵃ ᵛⁱᵈ εσκαλαν B? ᵛⁱᵈ εσκαλλον U+05D0 εσκαλλεν U+05D0c.ᵃ T 8 μη] pr και ειπα R | απωσηται T | Κυριος] ο θεος RT 9 om αποκοψει U+05D0RT ελεος] + αυτου U+05D0* +αυτου αποκοφει U+05D0c.ᵃ RT (αποκοψη) | απο] pr συντελεσει ρημα U+05D0c.ᵃ pr συνετελεσεν ρ. | και γενεος] εις γενεαν RT 10 η 1⁰] μη R T η 2⁰] μη U+05D0c.ᵃ | συνεξη Τ | εν τη οργη αυτ. τους οικτειρμους (οικτιρμ. T) αυτου U+05D0c.ᵃ R T | om διαψαλμα T 11 ειπα] ειπον Τ 12 απο της αρχης] απ αρχ. R T 13 πασι U+05D0 14 τη αγιω] τω αγ. BᵇU+05D0RT | τις] pr ο R* (om Rᵃ) | om θεος 2⁰ U+05D0* (hab U+05D0c.ᵃ) 15 om ημων Bᵃᵇ U+05D0RT | θαυμασια] μονος U+05D0c.ᵃ (ras U+05D0c.b R | om σου 1⁰ U+05D0RT 16 Ιακωβ) Ισραηλ R | om | διαψαλμα R T 17 ιδοσαν T bis | om και 2⁰ T | αβυσσοι] pr αι U+05D0c.ᵃ 18 υδατος] υδατων U+05D0c.ᵃ R

    φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ,

    ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ.

    ἐν τῇ θαλάσσῃ ἡ ὁδός σου,

    καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς,

    καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται.

    ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ Μωυσῆ καὶ

    Ἀαρών.