Comma for either/or — dharma, courage. Spelling forgiving — corage finds courage.

    Psalms

    Chapter 79

    Old Testament

    Εἰς τὸ τέλος. ὐπερ τῶν Ἀλλοιωθητομένων· μαρτύ.

    ριον τῷ Ἀσάφ, ψαλμὸς ὐπερ τοῦ Ἀσσυρίου.

    Ὁ ποιμαίνων τὸν Ἰσραὴλ πρόσχες,

    ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν Ἰωσήφ·

    ὁ καθήμενος ἐπὶ τῶν χερουβεὶμ ἐμφάνηθι,

    ἐναντίον Ἐφράιμ καὶ Βενιαμεὶν καὶ Μανασσή,

    ἐξέγειρον τὴν δυναστείαν σου καὶ ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς

    ὁ θεός, ἐπίστρεψον ἡμᾶς καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ

    σωθησόμεθα.

    Κύριε ὁ θεὸς τῶν δυνάμεων,

    ἕως πότε ὀργίζῃ ἐπὶ τὴν προσευχὴν τοῦ δούλου σου;

    ψωμιεῖς ἡμᾶς ἄρτον δακρύων.

    καὶ ποτιεῖς ἡμᾶς ἐν δάκρυσιν ἐν μέτρῳ

    ἔθου ἡμᾶς εἰς ἀντιλογίαν τοῖς γείτοσιν ἡμῶν.

    καὶ οἱ ἐχθροὶ ἡμῶν ἐμυκτήρισαν ἡμᾶς.

    Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς

    καὶ ἐπίφανον τὸ πρόσωπόν σου, καὶ σαωθησόμεθα.

    ἄμπελον ἐξ Αἰγύπτου μετῆρας.

    διάψαλμα.

    ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας αὐτήν·

    ὠδοποίησας ἔμπροσθεν αὐτῆς.

    καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς, καὶ ἐπλήσθη ἡ γῆ.

    ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς,

    καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς κέδρους τοῦ θεοῦ·

    ἐξέτεινεν τὰ κλήματα αὐτῆς ἕως θαλάσσης.

    καὶ ἕως ποταμοῦ τὰς παραφυάδας αὐτῆς.

    ἴνα τί καθεῖλες τὸν φραγμὸν αὐτῆς,

    καὶ τρυγῶσιν αὐτὴν πάντες οἱ παραπορευόμενοι τὴν ὁδόν;

    ἐλυμήνατο αὐτὴν σῦς ἐκ δρυμοῦ,

    καὶ ὄυος ἄγριος κατενεμήσατο αὐτήν.

    ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον δή,

    ἐπίύκβλεψον ἐξ οὐρανοῦ καὶ ἴδε,

    καὶ ἐπίσκεψαι τὴν ἄμπελον ταύτην·

    καὶ κατάρτισαι αὐτὴν ἣν ἐφύτευσεν ἡ δεξιά σου,

    καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὃν ἐκραταίωσας σεαυτῷ.

    ἐμπεπυρισμένη πυρὶ καὶ ἀνεσκαμμένη·

    ἀπὸ ἐπιτιμήσεως τοῦ προσώπου σου ἀπολοῦνται.

    7 εμυκτηρισαν] εμυκτηριζον U+05D0c.ᵃ U+05D0 om διαψαλμα U+05D0T 9 εξεβαλας T 10 οδοποιησας Τ | επλησθη η γη] επληρωσεν την γην U+05D0c.ᵃ Τ 12 σληματα | B* (κληματα Bᵃᵇ) | ποταμων U+05D0c.ᵃΑR 13 καθειλας R T (καθι.) | αυτην παντες οι παραπο sup ras et in mg Aa (om αυτην A*) 14 συς] υς U+05D0?ΑRT T | ονος] μεσονιος Bc μονιος U+05D0c.ᵃΑΤ μονος R* | κατενωμεσατο R 15 επιβλεψον] pr και U+05D0c.ᵃ (ras κ U+05D0c.b) AT 16 εαυτω R (item 18) 17 ενπεπυρισμενη R

    γενηθήτω ἡ χείρ σου ἐπʼ ἄνδρα δεξιᾶς σου,

    καὶ ἐπὶ υἱὸν ἀνθρώπου ὁν ἐκραταίαοσας σεαυτῷ·

    καὶ οὐ μὴ ἀποστῶμεν ἀπὸ σοῦ·

    ζωώσεις ἡμᾶς, καὶ τὸ ὄνομά σου ἐπικαλεσόμεθα.

    Κύριε ὁ θεὸς τῶν δυνάμεων, ἐπίστρεψον ἡμᾶς

    καὶ ἐπίφανον τὸ πρόσαοπόν σου, καὶ σωθησόμεθα.