Chapter 83
Hellenistic Old Testament GreekΕἰς τὸ τέλος, ὐπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς Κόρε ψαλμός.
Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων.
ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχὴ μου εἰς τὰς αὐλὰς τοῦ κυρίου·
ἡ καρδία μου καὶ ἡ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα.
καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν,
καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς·
τὰ θυσιαστήριά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου
καὶ ὁ θεός μου.
μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε. διάψαλμα.
μακάριος ἀνὴρ οὗ ἐστιν ἡ ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, Κύριε·
ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο,
ἐν τῇ κοίλαδι τοῦ κλαυθμῶνος, εἰς τόπον ὃν ἔθετο.
καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν·
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν,
ὀφθήσεται ὁ θεὸς τῶν θεῶν ἐν Σιών.
διωξης T | ταραξεις (-ξης T)] συνταραξεις R 17 ζητησωσιν T | ονομα] προσωπον A 18 και ταραχθητωσαν...αιωνα] και ταραχθητ, εις τον αιω sup | ras U+05D0¹ 19 om ει ART | υψιστος] pr ο R* Stich 34 BU+05D0 36 A 35 RT LXXXIII 1 τοις υιοις] om τοις R 3 επεποθει R | κυριου] θῦ U+05D0* (κυ U+05D0c.ᵃ) θεον ζωντα] τον θ. τον ζ. R 4 νοσιαν T (νοσσ. T¹(ᵛⁱᵈ)) | om εαυτη U+05D0* (hab U+05D0c.a) | αυτης] εαυτης U+05D0c.ᵃ AT 5 om παντες RT | τους αιωνας των αιωνων] τον αιωνα του αιωνος R | om διαψαλμα AT 6 η αντιλημψις] om η U+05D0AT | αυτου 1⁰] αυτω T | om Κυριε U+05D0c.ᵃ T 7 εν τη κοιλαδι] εις την κοιλαδα U+05D0c.ᵃAT | κλαυθμονος A | εθετο] διεθετο R | ευλογιαν R 8 Σειων U+05D0Τ
Κύριε ὁ θεὸς τῶν δυνάμεαον, εἰσάκουσον τῆς προσευχῆς μου,
ἐνώτισαι, ὁ θεὸς Ἰακώβ. διάφαλμα.
ὑπερασπιστὰ ἡμῶν ἴδε ὁ θεός,
καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσαωπον τοῦ χριστοῦ σου.
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπέρ χιλιάδας·
ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον ἡ
οἰκεῖν ἐπὶ σκηνώμασιν ἁμαρτωλῶν.
ὄτι ἔλεον καὶ ἀλῆθειαν ἀγαπᾷ Κύριος ὁ θεός,
χάριν καὶ δόξαν δώσει·
Κύριος οὐχ ὑστερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν
ἀκακίᾳ.
Κύριε τῶν δυνάμεων, μακάριος ἄνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ.