Chapter 86
Hellenistic Old Testament GreekΤοῖς υἱοῖς Κόρε ψαλμὸς ᾠδῆς.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·
ἀγαπᾄ Κύριος τὰς πύλας Σειὼν ὑπὲρ πάντα τὰ σκηνώματα
Ἰακώβ.
δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ.
διάψαλμα.
μνησθήσομαι Ῥαὰβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με·
καὶ ἰδοὺ ἀλλόφυλοι καὶ Tύρος καὶ λαὸς Αἰθιόπων, οὗτοι
ἐγενήθησαν ἐκεῖ
Μήτηρ Σειών. ἐρεῖ ἄνθρωπος.
καί Ἀνθρωπος ἐγενήθη ἐν αὐτῇ,
καί Αὐτὸς ἐθεμελίωσεν αὐτὴν ὁ ὕψιστος.
Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν
γεγενημέναων ἐν αὐτῇ. διάψαλμα.
ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί.